I C 512

I C 512 TELES p. 9, 2-8 [ = STOB. III 1, 98]
ὁ δὲ Βίων, ὥσπερ τῶν θηρίων, φησί [F 21 Kindstrand] παρὰ τὴν λῆψιν ἡ δῆξις γίνεται, κἂν μέσου τοῦ ὄφεως ἐπιλαμβάνῃ, δηχθήσῃ, ἐὰν τοῦ τραχήλου, οὐδὲν πείσῃ˙ οὕτω καὶ τῶν πραγμάτων, φησί, παρὰ τὴν ὑπόληψιν ἡ ὀδύνη γίνεται, καὶ ἐὰν μὲν οὕτως ὑπολάβῃς περὶ αὐτῶν, ὡς ὁ Σωκράτης, οὐκ ὀδυνήσῃ, ἐὰν δὲ ὡς ἑτέρως, ἀνιάσῃ, οὐχ ὑπὸ τῶν πραγμάτων ἀλλ' ὑπὸ τῶν ἰδίων τρόπων καὶ τῆς ψευδοῦς δόξης.