V B 514

V B 514 SIMPL. comm. in Epictet. enchir. 2:
ὁλίγαι γάρ εἰσι φύσεις, καὶ σωμάτων καὶ ψυχῶν, αἱ ἀθρόως μεταβαίνειν δυνάμεναι ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ εἰλικρινῆ ἀγαθα˙ ὅπερ Διογένει, καὶ Κράτητι, καὶ Ζήνωνι καὶ τοῖς τοιούτοις ὑπῆρξεν.
SIMPL. comm. in Epictet. enchir. 9:
τί δὲ ἡ ἄκρα πενία ἠνάγκασε τῶν μὴ καλῷ καὶ ἀγαθῷ ἀνδρὶ πρεπόντων ποιῆσαι; οὐχὶ δὲ καὶ Διογένης, καὶ Κράτης, καὶ Ζήνων, τότε γνησίως ἐφιλοσόφησαν, καὶ τὸν κατὰ φύσιν ἥκοντα τοῖς ἀνθρώποις βίον, καὶ τὸν ἐν τῇ λιτότητι πλοῦτον, τότε μάλιστα τοῖς ὁρᾷν δυναμένοις ἐπεδείξαντο, ὅτε τὴν ἄκραν ἀκτημοσύνην ἀντὶ τῆς εὐπορίας ἠλλάξαντο;
SIMPL. comm. in Epictet. enchir. 13:
κἂν γὰρ Κράτης, ἢ Διογένης, ἢ Ζήνων, ἢ ἄλλος ὅστις οὖν, ἀθρόως εἰς τὸ ἄκρον ἐπεπήδησε τῆς λιτότητος, καὶ τῆς κατὰ φύσιν ζωῆς˙ ἀλλὰ σπάνιον τοῦτο.