I C 516

I C 516 EPICTET. dissert. I 12, 1-3:
περὶ θεῶν οἱ μέν τινές εἰσιν οἱ [2] λέγοντες μηδ' εἶναι τὸ θεῖον, οἱ δ' εἶναι μέν, ἀργὸν δὲ καὶ ἀμελὲς καὶ μὴ [3] προνοεῖν μηδενός˙ (2) τρίτοι δ' οἱ καὶ εἶναι καὶ προνοεῖν, ἀλλὰ τῶν μεγάλων καὶ οὐρανίων, τῶν δὲ ἐπὶ γῆς μηδενός˙ τέταρτοι δ' οἱ καὶ τῶν ἐπὶ γῆς καὶ τῶν ἀνθρωπίνων, εἰς κοινὸν δὲ μόνον καὶ οὐχὶ δὲ καὶ κατ' ἰδίαν ἑκάστου˙ (3) [6] πέμπτοι δ', ὧν ἦν καὶ Ὀδυσσεὺς καὶ Σωκράτης, οἱ λέγοντες ὅτι
οὐδέ σε λήθω
[8] Κινύμενος.