I C 518

I C 518 EPICTET. dissert. I 29, 14-18:
τὸ κρεῖσσον ἀεὶ περιγινέσθω τοῦ χείρονος. "κρείττονές εἰσιν οἱ δέκα τοῦ ἑνός." πρὸς τί; πρὸς τὸ δῆσαι, πρὸς τὸ ἀποκτεῖναι, πρὸς τὸ ἀπαγαγεῖν ὅπου θέλουσιν, πρὸς τὸ ἀφελέσθαι τὰ ὄντα. νικῶσιν τοίνυν οἱ δέκα τὸν ἕνα ἐν τούτῳ, ἐν ᾧ κρείσσονές εἰσιν. (15) ἐν τίνι οὖν χείρονές εἰσιν; ἂν ὁ μὲν ἔχῃ δόγματα ὀρθά, οἱ δὲ μή. τί οὖν; ἐν τούτῳ δύνανται νικῆσαι; πόθεν; εἰ δ' ἱστάμεθα ἐπὶ ζυγοῦ, οὐκ ἔδει τὸν βαρύτερον καθελκύσαι;
(16) Σωκράτης οὖν ἵνα πάθῃ ταῦτα ὑπ' Ἀθηναίων; - Ἀνδράποδον, τί λέγεις τὸ Σωκράτης; ὡς ἔχει τὸ πρᾶγμα λέγε˙ ἵν' οὖν τὸ Σωκράτους σωμάτιον ἀπαχθῇ καὶ συρῇ ὑπὸ τῶν ἰσχυροτέρων εἰς δεσμωτήριον καὶ [11] κώνειόν τις δῷ τῷ σωματίῳ τῷ Σωκράτους κἀκεῖνο ἀποψυγῇ; (17) ταῦτά σοι φαίνεται θαυμαστά, ταῦτα ἄδικα, ἐπὶ τούτοις ἐγκαλεῖς τῷ θεῷ; οὐδὲν οὖν εἶχε Σωκράτης ἀντὶ τούτων; ποῦ ἦν ἡ οὐσία αὐτῷ τοῦ ἀγαθοῦ; (18) [14] τίνι προ〈σ〉σχῶμεν; σοὶ ἢ αὐτῷ; καὶ τί λέγει ἐκεῖνος; "ἐμὲ δ' Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δ' οὔ." καὶ πάλιν "εἰ ταύτῃ τῷ [16] θεῷ φίλον, ταύτῃ γινέσθω." ibid. I 29, 64-6: Τί οὖν; κηρύσσειν δεῖ ταῦτα πρὸς πάντας; - Οὔ, ἀλλὰ τοῖς ἰδιώταις συμπεριφέρεσθαι καὶ λέγειν "οὗτος ὃ αὑτῷ ἀγαθὸν οἴεται τοῦτο κἀμοὶ συμβουλεύει˙ συγγιγνώσκω αὐτῷ." (65) καὶ γὰρ Σωκράτης συνεγίγνωσκεν τῷ ἐπὶ τῆς φυλακῆς κλάοντι, ὅτε ἔμελλεν [20] πίνειν τὸ φάρμακον, καὶ λέγει "ὡς γενναίως ἡμᾶς ἀποδεδάκρυκεν." (66) [21] μή τι οὖν ἐκείνῳ λέγει ὅτι "διὰ τοῦτο τὰς γυναῖκας ἀπελύσαμεν;" ἀλλὰ τοῖς γνωρίμοις, τοῖς δυναμένοις αὐτὰ ἀκοῦσαι˙ ἐκείνῳ δὲ συμπεριφέρεται ὡς παιδίῳ.