I C 520

I C 520 EPICTET. dissert. II 2, 15-18:
ἐπεί τ〈ο〉ι δοκεῖς, ὅτι τὰ ἐκτὸς [2] τηρῆσαι θέλων Σωκράτης παρελθὼν ἂν ἔλεγε "ἐμὲ δ' Ἄνυτος καὶ [3] Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δ' οὔ;" (16) οὕτω μωρὸς ἦν, ἵνα μὴ ἴδῃ ὅτι αὕτη ἡ ὁδὸς ἐνταῦθα οὐ φέρει, ἀλλ' ἄλλῃ; τί οὖν ἐστιν, ὅτι οὐκ ἔχει λόγον καὶ προσερεθίζει; (17) ὡς ὁ ἐμὸς Ἡράκλειτος περὶ ἀγριδίου πραγμάτιον ἔχων ἐν Ῥόδῳ καὶ ἀποδείξας τοῖς δικασταῖς ὅτι δίκαια λέγει ἐλθὼν ἐπὶ τὸν ἐπίλογον ἔφη ὅτι "ἀλλ' οὔτε δεήσομαι ὑμῶν οὔτ' ἐπιστρέφομαι, τί μέλλετε κρίνειν˙ ὑμεῖς τε μᾶλλον οἱ κρινόμενοί ἐστε ἢ ἐγώ." καὶ οὕτως κατέστρεψε τὸ πραγμάτιον. (18) τίς χρεία; μόνον μὴ δέου, μὴ προστίθει δ' ὅτι "καὶ οὐ δέομαι". εἰ μή τι καιρός ἐστιν ἐπίτηδες ἐρεθίσαι τοὺς δικαστὰς ὡς Σωκράτει.