V B 522

V B 522 TATIAN. orat. ad Graec. 25, 1:
τί μέγα καὶ θαυμαστὸν οἱ παρ' ὑμῖν ἐργάζονται φιλόσοφοι; θατέρου γὰρ τῶν ὤμων ἐξαμελοῦσι, κόμην <τε> ἐπιειμένοι πολλὴν, πωγωνοτροφοῦσιν, ὄνυχας θηρίων περιφἑροντες, καὶ λέγοντες μὲν δεῖσθαι μηδενός˙ κατὰ δὲ τὸν Πρωτέα σκυτοδέψου μὲν χρῄζοντες διὰ τὴν πήραν, ὑφάντου δὲ διὰ τὸ ἱμάτιον, καὶ διὰ τὸ ξύλον δρυοτόμου, διὰ δὲ τὴν γαστριμαργίαν τῶν πλουτούντων καὶ ὀψοποιοῦ. ὁ ζηλῶν ἄνθρωπε τὸν κύνα, τὸν Θεὸν οὐκ οἶδας, καὶ ἐπὶ τὴν ἀλόγων μίμησιν μεταβέβηκας. ὁ δὲ κεκραγὼς δημοσίᾳ μετ' ἀξιοπιστίας, ἔκδικος γίνῃ σαυτοῦ, κἂν μὴ λάβῃς, λοιδορεῖς, καὶ γίνεταί σοι τέχνη τοῦ πορίζειν τὸ φιλοσοφεῖν.