HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-C,521
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-C,521.rdf
I C 521
I C 521 EPICTET. dissert. II 12, 5:
πῶς οὖν ἐποίει Σωκράτης; αὐτὸν ἠνάγκαζεν τὸν προσδιαλεγόμενον αὐτῷ μαρτυρεῖν, ἄλλου δ' οὐδενὸς ἐδεῖτο
[3] μάρτυρος. τοιγαροῦν ἐξῆν αὐτῷ λέγειν ὅτι "τοὺς μὲν ἄλλους ἐῶ χαίρειν, ἀεὶ δὲ τῷ ἀντιλέγοντι ἀρκοῦμαι μάρτυρι˙ καὶ τοὺς μὲν ἄλλους οὐκ
[5] ἐπιψηφίζω, τὸν δὲ προσδιαλεγόμενον μόνον." cf. ibid. II 12, 14-15: τὸ πρῶτον δὲ τοῦτο καὶ μάλιστα ἴδιον Σωκράτους μηδέποτε παροξυνθῆναι ἐν λόγῳ, μηδέποτε λοίδορον προενέγκασθαι μηδέν, μηδέποθ' ὑβριστικόν, ἀλλὰ
[8] τῶν λοιδορούντων ἀνέχεσθαι καὶ παύειν μάχην. (15) εἰ θέλετε γνῶναι, πόσην ἐν τούτῳ δύναμιν εἶχεν, ἀνάγνωτε τὸ Ξενοφῶντος Συμπόσιον καὶ
[10] ὄψεσθε πόσας μάχας διαλέλυκεν.