I C 523

EPICTET. dissert. III 24, 60-61:
ἢ Σωκράτης οὐκ ἐφίλει τοὺς παῖδας τοὺς ἑαυτοῦ; ἀλλ' ὡς ἐλεύθερος, ὡς μεμνημένος, ὅτι πρῶτον δεῖ θεοῖς εἶναι φίλον. (61) διὰ τοῦτο οὐδὲν παρέβη τῶν πρεπόντων ἀνδρὶ ἀγαθῷ οὔτ' ἀπολογούμενος οὐθ' ὑποτιμώμενος οὔτ' ἔτι πρόσθεν βουλεύων ἢ στρατευόμενος.