I C 524

I C 524 EPICTET. dissert. IV 1, 159-69:
καὶ ἵνα μὴ δόξῃς, ὅτι παράδειγμα δείκνυμι ἀνδρὸς ἀπεριστάτου μήτε γυναῖκα ἔχοντος μήτε τέκνα μήτε πατρίδα ἢ φίλους ἢ συγγενεῖς, ὑφ' ὧν κάμπτεσθαι καὶ περισπᾶσθαι ἠδύνατο, λάβε Σωκράτη καὶ θέασαι γυναῖκα καὶ παιδία ἔχοντα, ἀλλὰ ὡς ἀλλότρια[ν], πατρίδα, ἐφ' ὅσον ἔδει καὶ ὡς ἔδει, φίλους, συγγενεῖς, πάντα ταῦτα ὑποτεταχότα τῷ νόμῳ καὶ τῇ πρὸς ἐκεῖνον εὐπειθ〈ε〉ίᾳ. (160) διὰ τοῦτο, [7] στρατεύεσθαι μὲν ὁπότ' ἔδει, πρῶτος ἀπῄει κἀκεῖ ἐκινδύνευεν ἀφειδέστατα˙ [8] ἐπὶ Λέοντα δ' ὑπὸ τῶν τυράννων πεμφθείς, ὅτι αἰσχρὸν ἡγεῖτο, οὐδ' ἐπεβουλεύσατο εἰδώς, ὅτι ἀποθανεῖν δεήσει, ἂν οὕτως τύχῃ. (161) καὶ τί αὐτῷ διέφερεν; ἄλλο γάρ τι σῴζειν ἤθελεν˙ οὐ τὸ σαρκίδιον, ἀλλὰ τὸν πιστόν, τὸν αἰδήμονα. ταῦτα ἀπαρεγχείρητα, ἀνυπότακτα. (162) εἶθ' ὅτ' ἀπολογεῖσθαι ἔδει ὑπὲρ τοῦ ζῆν, μή τι ὡς τέκνα ἔχων ἀναστρέφεται, μή τι ὡς γυναῖκα; ἀλλ' ὡς μόνος. τί δ', ὅτε πιεῖν ἔδει τὸ φάρμακον, πῶς ἀναστρέφεται; (163) [14] δυνάμενος διασωθῆναι καὶ τοῦ Κρίτωνος αὐτῷ λέγοντος ὅτι "ἔξελθε διὰ τὰ παιδία" τί λέγει; ἕρμαιον ἡγεῖτο αὐτό; πόθεν; ἀλλὰ τὸ εὔσχημον σκοπεῖ, τἆλλα δ' οὐδ' ὁρᾷ, οὐδ' ἐπιλογίζεται. οὐ γὰρ ἤθελεν, φησίν, σῶσαι τὸ σωμάτιον, ἀλλ' ἐκεῖνο, ὃ τῷ δικαίῳ μὲν αὔξεται καὶ σῴζεται, τῷ δ' ἀδίκῳ μειοῦται καὶ ἀπόλλυται. (164) Σωκράτης δ' αἰσχρῶς οὐ σῴζεται, ὁ μὴ [19] ἐπιψηφίσας Ἀθηναίων κελευόντων, ὁ τοὺς τυράννους ὑπεριδών, ὁ τοιαῦτα περὶ ἀρετῆς καὶ καλοκἀγαθίας διαλεγόμενος˙ (165) τοῦτον οὐκ ἔστι σῶσαι αἰσχρῶς, ἀλλ' ἀποθνῄσκων σῴζεται, οὐ φεύγων. καὶ γὰρ ὁ ἀγαθὸς ὑποκριτὴς παυόμενος ὅτε δεῖ σῴζεται μᾶλλον ἢ ὑποκρινόμενος παρὰ καιρόν. [23] (166) τί οὖν ποιήσει τὰ παιδία; "εἰ μὲν εἰς Θετταλίαν ἀπῄει〈ν〉, ἐπεμελήθητε αὐτῶν˙ εἰς Ἅιδου δέ μου ἀποδημήσαντος οὐδεὶς ἔσται ὁ [25] ἐπιμελησόμενος;" ὅρα, πῶς ὑποκορίζεται καὶ σκώπτει τὸν θάνατον. (167) εἰ δ' ἐγὼ καὶ σὺ ἦμεν, εὐθὺς ἂν καταφιλοσοφήσαντες ὅτι "τοὺς ἀδικοῦντας δεῖ τοῖς ἴσοις ἀμύνεσθαι" καὶ προσθέ〈ν〉τες ὅτι "ὄφελος ἔσομαι πολλοῖς ἀνθρώποις σωθείς, ἀποθανὼν δ' οὐδενί", εἰ [γ]ἄρ' ἔδει διὰ τρώγλης ἐκδύντας, ἐξήλθομεν ἄν. (168) καὶ πῶς ἂν ὠφελήσαμέν τινα; ποῦ γὰρ ἂν ἔτι ἔμενον ἐκεῖνοι; ἢ οἳ ὄντες ἦμεν ὠφέλιμοι, οὐχὶ πολὺ μᾶλλον ἀποθανόντες ἂν ὅτε ἔδει καὶ ὡς ἔδει ὠφελήσαμεν ἀνθρώπους; (169) καὶ νῦν Σωκράτους ἀποθανόντος οὐθὲν ἧττον ἢ καὶ πλεῖον ὠφέλιμός ἐστιν ἀνθρώποις ἡ μνήμ〈η〉 ὧν ἔτι ζῶν ἔπραξεν ἢ εἶπεν.