V B 526

V B 526 IOANN. CHRYSOST. in Epist. I ad Corinth. homil. 35,4:
ἔχοντες γάρ, φησὶ [1 Tim. 6. 8], σκεπάσματα καὶ τροφὰς, τούτοις ἀρκεσθησόμεθα˙ οὐ καθάπερ ὁ Σινωπεὺς ἐκεῖνος ὁ ῥάκια περιβεβλημένος καὶ πίθον οἰκῶν εἰς οὐδὲν δέον, ἐξέπληξε μὲν πολλοὺς, ὠφέλησε δὲ οὐδένα. ὁ δὲ Παῦλος τούτων μὲν οὐδὲν ἐποίει˙ [. . . .] καὶ τὴν ἀκρίβειαν ἅπασαν ἐπὶ τῆς ἄλλης ἀρετῆς ἐπεδείκνυτο, ἧς ὁ Κυνικὸς κατεφρόνει ζῶν ἀσελγῶς, καὶ δημοσίᾳ ἀσχημονῶν, καὶ ὑπὸ τῆς περὶ τὴν δόξαν μανίας συρόμενος, ἂν γὰρ ἔρηταί τις τῆς τοῦ πίθου οἰκήσεως τὴν αἰτίαν, οὐδεμίαν ἑτέραν εὑρήσει, ἀλλ' ἢ κενοδοξίαν μόνην. cf.
in Matth. homil. 33 [34], 4:
τὸν δὲ Σινωπέα φασὶ καὶ δημοσίᾳ ἀσχημονεῖν ἐπὶ τῆς ἀγορᾶς.