I C 525

I C 525 EPICTET. dissert. IV 4, 21-2:
ἢ πῶς ἔτι δυνήσῃ εἰπεῖν τὸ τοῦ Σωκράτους "εἰ ταύτῃ φίλον τῷ θεῷ, ταύτῃ γινέσθω;" δοκεῖς, Σωκράτης εἰ ἐπεθύμει ἐν Λυκείῳ ἢ ἐν Ἀκαδημείᾳ σχολάζειν καὶ διαλέγεσθαι καθ' ἡμέραν τοῖς νέοις, εὐκόλως ἂν ἐστρατεύσατο ὁσάκις ἐστρατεύσατο; οὐχὶ δ' ὠδύρετ' ἂν καὶ ἔστενεν "τάλας ἐγώ, νῦν ἐνθάδ' ἀτυχῶ ἄθλιος δυνάμενος ἐν Λυκείῳ ἡλιάζεσθαι;" τοῦτο γάρ σου τὸ ἔργον ἦν, ἡλιάζεσθαι; (22) οὐχὶ δὲ τὸ [7] εὐροεῖν, τὸ ἀκώλυτον εἶναι, τὸ ἀπαραπόδιστον; καὶ πῶς ἂν ἔτι ἦν Σωκράτης, εἰ ταῦτα ὠδύρετο; πῶς ἂν ἔτι ἐν τῇ φυλακῇ παιᾶνας [9] ἔγραφεν; cf. ibid. II 6, 26.