HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-C,526
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-C,526.rdf
I C 526
I C 526 EPICTET. dissert. IV 5, 1-5:
ὁ καλὸς καὶ ἀγαθὸς οὔτ' αὐτὸς μάχεταί τινι οὔτ' ἄλλον ἐᾷ κατὰ δύναμιν. (2) παράδειγμα δὲ καὶ τούτου καθάπερ καὶ τῶν ἄλλων ἔκκειται ἡμῖν ὁ βίος ὁ Σωκράτους, ὃς οὐ μόνον αὐτὸς
[4] πανταχοῦ ἐξέφυγεν μάχην, ἀλλ' οὐδ' ἄλλους μάχεσθαι εἴα. (3) ὅρα παρὰ
[5] Ξενοφῶντι ἐν τῷ Συμποσίῳ πόσας μάχας λέλυκεν, πῶς πάλιν ἠνέσχετο
[6] Θρασυμάχου, πῶς Πώλου, πῶς Καλλικλέους, πῶς τῆς γυναικὸς ἠνείχετο,
[7] πῶς τοῦ υἱοῦ ἐξελεγχόμενος ὑπ' αὐτοῦ, σοφιζόμενος. (4) λίαν γὰρ ἀσφαλῶς ἐμέμνητο, ὅτι οὐδεὶς ἀλλοτρίου ἡγεμονικοῦ κυριεύει. οὐδὲν οὖν ἄλλο ἤθελεν ἢ τὸ ἴδιον. (5) τί δ' ἔστι τοῦτο; οὐχ † ἱκ .. ος οὗτος .. κατὰ φύσιν˙ τοῦτο γὰρ ἀλλότριον˙ ἀλλ' ὅπως ἐκείνων τὰ ἴδια ποιούντων, ὡς αὐτο〈ῖ〉ς δοκεῖ, αὐτὸς μηδὲν ἧττον κατὰ φύσιν ἕξει καὶ 〈δι〉εξάξει μόνον τὰ αὑτοῦ ποιῶν πρὸς τὸ κἀκείνους ἔχειν κατὰ φύσιν. τοῦτο γάρ ἐστιν, ὃ ἀεὶ πρόκειται τῷ καλῷ καὶ ἀγαθῷ.