I C 526

I C 526 EPICTET. dissert. IV 5, 1-5:
ὁ καλὸς καὶ ἀγαθὸς οὔτ' αὐτὸς μάχεταί τινι οὔτ' ἄλλον ἐᾷ κατὰ δύναμιν. (2) παράδειγμα δὲ καὶ τούτου καθάπερ καὶ τῶν ἄλλων ἔκκειται ἡμῖν ὁ βίος ὁ Σωκράτους, ὃς οὐ μόνον αὐτὸς [4] πανταχοῦ ἐξέφυγεν μάχην, ἀλλ' οὐδ' ἄλλους μάχεσθαι εἴα. (3) ὅρα παρὰ [5] Ξενοφῶντι ἐν τῷ Συμποσίῳ πόσας μάχας λέλυκεν, πῶς πάλιν ἠνέσχετο [6] Θρασυμάχου, πῶς Πώλου, πῶς Καλλικλέους, πῶς τῆς γυναικὸς ἠνείχετο, [7] πῶς τοῦ υἱοῦ ἐξελεγχόμενος ὑπ' αὐτοῦ, σοφιζόμενος. (4) λίαν γὰρ ἀσφαλῶς ἐμέμνητο, ὅτι οὐδεὶς ἀλλοτρίου ἡγεμονικοῦ κυριεύει. οὐδὲν οὖν ἄλλο ἤθελεν ἢ τὸ ἴδιον. (5) τί δ' ἔστι τοῦτο; οὐχ † ἱκ .. ος οὗτος .. κατὰ φύσιν˙ τοῦτο γὰρ ἀλλότριον˙ ἀλλ' ὅπως ἐκείνων τὰ ἴδια ποιούντων, ὡς αὐτο〈ῖ〉ς δοκεῖ, αὐτὸς μηδὲν ἧττον κατὰ φύσιν ἕξει καὶ 〈δι〉εξάξει μόνον τὰ αὑτοῦ ποιῶν πρὸς τὸ κἀκείνους ἔχειν κατὰ φύσιν. τοῦτο γάρ ἐστιν, ὃ ἀεὶ πρόκειται τῷ καλῷ καὶ ἀγαθῷ.