V B 528

V B 528 GREGOR. NAZIANZ. carm. I 2, 10, 218-227:
τίς οὐκ ἀκούει τὸν Σινωπέα τὸν κύνα;
οὗτος, (τί τἄλλα χρὴ λέγειν;) ἀλλ' εὐτελὴς
οὕτως τις ἦν, καὶ μέτριος τὰ τοῦ βίου
καὶ ταῦθ' ἑαυτῷ νομοθετῶν, οὐκ ἐκ Θεοῦ
νόμον φυλάττων, οὐδ' ἐπ' ἐλπίσι τισὶν,
ὥστ' εἶχεν ἓν μὲν κτῆμα, τὴν βακτηρίαν,
οἶκον δ' ὕπαιθρον ἐν μέσῳ τοῦ ἄστεος,
στρεπτὸν πίθον φεύγοντα πνευμάτων βίας,
ὃ\ς ἦν ἐκείνῳ δωμάτων χρυσωρόφων
κρείσσων˙ τροφή τε σχέδιος, οὐ πονουμένη.