I C 527

I C 527 EPICTET. dissert. IV 11, 19-21:
ἀλλὰ Σωκράτης ὀλιγάκις ἐλούετο. - Ἀλλὰ ἔστιλβεν αὐτοῦ τὸ σῶμα, ἀλλ' ἦν οὕτως ἐπίχαρι καὶ ἡδύ, ὥστ' ἤρων αὐτοῦ οἱ ὡραιότατοι καὶ εὐγενέστατοι καὶ ἐπεθύμουν ἐκείνῳ παρακατακλίνεσθαι μᾶλλον ἢ τοῖς εὐμορφοτάτοις. ἐξῆν ἐκείνῳ μήτε λούεσθαι μήτε πλύνεσθαι, εἰ ἤθελεν˙ καίτοι καὶ τὸ ὀλιγάκις ἰσχὺν εἶχεν. κἂν θερμῷ μὴ θέλῃς, ψυχρῷ. - (20) Ἀλλὰ λέγει Ἀριστοφάνης
[7] τοὺς ὠχριῶντας, τοὺς ἀνυποδήτους λέγω. -
[8] λέγει γὰρ καὶ ἀεροβατεῖν αὐτὸν καὶ ἐκ τῆς παλαίστρας κλέπτειν τὰ ἱμάτια. (21) ἐπεί τοι πάντες οἱ γεγραφότες περὶ Σωκράτους πάντα τἀναντία αὐτῷ προσμαρτυροῦσιν. ὅτι ἡδὺς οὐ μόνον ἀκοῦσαι, ἀλλὰ καὶ ἰδεῖν ἦν.