V B 532

V B 532 Epist. 2 ('Αντισθένει):
ἀνέβαινον εἰς ἄστου ἐκ Πειραιῶς καὶ περιτυγχάνει μοι μειράκια ἄττα θρυπτόμενα ἀπὸ συμποσίου τινὸς ἐγηγερμένα, καὶ ἐν σφίσιν αὐτοῖς, ἐπεὶ ἀγχοῦ ἐγενόμην, "ἀνάγωμεν" ἔλεγον "ἀπὸ τοῦ κυνός." κἀγὼ ἐπεὶ τοῦτο ἤκουσα "θαρρεῖτε" ἔφην, "οὗτος ὁ κύων τεῦτλα οὐ δάκνει." οἳ δ', ὡς τοῦτο ἔλεξα, ἐπαύοντο ἀλύοντες καὶ τοὺς στεφάνους οὓς εἶχον περὶ τῇ κεφαλῇ καὶ τῷ τραχήλῳ διαρρήζαντες ἐξέβαλον καὶ τὰς χλανίδας εὐκόσμως περιεβάλοντο καὶ ἥσυχοι εὐ μάλα ἕως εἱς ἄστυ ἠκολούθουν, ἐπακροώμενοι τῶν λόγων οὓς πρὸς ἐμαυτὸν διεξῄειν.