V B 533

V B 533 Epist. 3 ( Ἱππαρχίᾳ):
ἄγαμαί σε τῆς ἐπιθυμίας, ὁτι τε φιλοσοφίας ὠρέχθης γυνὴ οὖσα, καὶ ὅτι τῆς ἡμετέρας αἱρέσεως ἐγενήτης, ἣν διὰ τὸ αὐστηρὸν καὶ οἱ ἄνδρες κατεπλάγησαν. ἀλλ' ὅπως καὶ τέλος ἐπιθῇς τῇ ἀρχῇ σπούδασον. ἐπιθήσεις δὲ εὖ οἶδα, εἰ Κράτητός τε τοῦ συνευνέτου μὴ ἀπολείποιο, ἡμῖν τε τοῖς εὐεργέταις τῆς φιλοσοφίας θαμινῶς ἐπιστέλλοις˙ δύνανται γάρ αἱ ἐπιστολαὶ πολλὰ καὶ οὐχ ἥττονα τῆς πρὸς παρόντας διαλέξεως.