V B 534

V B 534. Epist. 4 ( Ἀντιπάτρῳ):
μὴ μέμφου με, ὅτι σοι μεταπεμπομένῳ ἡμᾶς ἐπὶ Μακεδονίαν οὐκ ἐπείσθημεν, μηδ' ὅτι τοὺς Ἀθήνησιν ἅλας προυκρίναμεν τῆς παρὰ σοῦ τραπέζης˙ οὐ γὰρ δι' ὑπεροψία˙ ποῦτ' ἐπράξαμεν, ἀλλ' οὐδέ διὰ φιλοδοξίαν, δὶ ἥν τάχ' ἴσως ἕτεροι ἂν ἐποίησαν, ἵνα τινὲς τοῖς πολλοῖς μεγάλοι δόξωσι, βασιλεῦσι δυνάμενοι ἀντιλέγειν, ἁλλ' ὅτι ἡμῖν παρὰ τὰς ἐν Μακεδονίᾳ τραπέζας οἱ Ἀθήνησιν ἅλες εἰσὶ σύμφυλοι. φυλακῇ οὖν τῆς οὐσίας μᾶλλον ἀντείπομεν καὶ οὐχ ὑπεροψίᾳ. συγγίγνωσκε οὖν˙ καὶ γὰρ εἰ πρόβατα ἦμεν, συνέγνος ἂν μὴ πεισθεῖσιν, ὅτι οὐκ ἔστι προβάτου τε τροφὴ καὶ βασιλέως ἡ αὐτὴ. ἔα οὖν ἕκαστον ὅπου ἂν δύνηται ζῆν, ὦ μακάριε˙ βασιλικὸν γὰρ τοῦτο καὶ οὐ τὸ ἕτερον.