V B 535

V B 535. Epist. 5 (Περδίκκᾳ):
εἰ μὲν ταῖς δόξαις ἤδη πολεμεῖς, λέγω δὲ τοῖς ἰσχυροτέροις ἐχθροῖς καὶ πλείονα καταβλαπτουσί σε Θρᾳκῶν τε καὶ Παιόνων, καταστρεψόμενος τὰ τῶν ἀνθρώπων πάθη μεταπέμπου με˙ δύναμαι γὰρ εἰς τὸν πρὸς ταῦτα πόλεμον καὶ στρατεγεῖν. εἰ δ' ἔτι σοι τὰ πρὸς ἀνθρώπους ἔργα λείπεται καὶ τούτου τοῦ πολέμου σχεδὸν αἰσθάνῃ, ἔα μὲν ἡμᾶς Ἀθήνησι καθέζεσται, μεταπέμπου δὲ τοὺς Ἀλεξάνδρου στρατιώτας, οἷς κἀκεῖνος ἐπικούροις χρώμενος Ἰλλυριοὺς καὶ Σκύθας ὑπέταξεν.