V B 537

V B 537. Epist. 7 ( Ἱκέτῃ):
μὴ ἀνιῶ, ὦ πάτερ, ὅτι κύων λέγομαι καὶ [2] ἀμπέχομαι τρίβωνα διπλοῦν καὶ πήραν φέρω κατ' ὤμων καὶ ῥάβδον [3] ἔχω διὰ χειρός˙ οὐ γὰρ ἄξιον ἐπὶ τοῖς τοιούτοις ἀνιᾶσθαι, μᾶλλον δὲ ἥδεσθαι, ὅτι ὀλίγοις ἀρκεῖται ὀ παῖς σου, ἐλεύθερος δέ ἐστι δόξης, ᾗ πάντες δουλεύουσιν Ἕλληνές τε καὶ βάρβαροι˙ τὸ γὰρ ὄνομα πρὸς τῷ μὴ συμπεφυκέναι τοῖς πράγμασι, σύμβολον δ' εἶναι ἔνδοξoν πώς ἐστι. καλοῦμαι γὰρ κύων ὁ οὐρανοῦ, οὐχ ὁ γῆς, ὅτι ἐκείνῳ εἰκάζω ἐμαυτόν, ζῶν οὐ κατὰ δόξαν, ἀλλὰ κατὰ φύσιν ἐλεύθερος ὑπὸ τὸν Δία, εἰς αὐτὸν ἀνατεθεικὼς τἀγατὸν καὶ οὐκ εἰς τὸν πλησίον˙ (2) τὴν δὲ στολὴν καὶ Ὅμηρος γράφει Ὁδυσσέα τὸν τῶν Ἑλλήνων σοφώτατον φορῆσαι, ἡνίκα οἴκαδε ἐπανῄει ἐξ Ἰλίου Ἀθηνᾶς ὑποθημοσύνῃσιν, καὶ οὕτω [13] καλή ἐστιν, ὡς μὴ ἀνθρώπων εὕρημα εἶναι ὁμολογεῖσθαι, ἀλλὰ θεῶν.
φᾶρος μὲν οἱ πρῶτα χιτῶνά τε εἴματ' ἔδωκε
λευγαλέα, ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ˙
ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἔσσ' ἐλάφοιο
ψιλόν, δῶκε δὲ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
[17] πυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
θάρρει οὖν, ὦ πάτερ, ἐπὶ ῷ ὀνόματι, ὃ καλοῦσιν ἡμᾶς, καὶ ἐπὶ τῇ στολῇ, ἐπεὶ ὁ μὲν κύων ἐστὶ πρὸς θεῶν, ἢ δὲ εὕρημα τοῦ θεοῦ.