V B 538

V B V B 538. Epist. 8 (Εὐγνησίῳ):
ἧκον εἰς Κόρινθον ἐκ Μεγάρων καὶ διαπορευόμενος τὴν ἀγορὰν παρίσταμαι διδασκαλείῳ τινὶ παίδων, καί μοι ἐπεὶ οὐκ εὖ ἐρραψῴδουν, ἔδοξε πυθέσθαι τίς ἦν ὁ διδάσκων αὐτούς. καὶ ἀπεκρίναντο "Διονύσιος ὁ τῆς Σικελίας τύραννος." κἀγὼ δόξας αὐτοὺς ἐρεσχελεῖν πρός με καὶ τοῦτο οὐχ ἁπλῶς ἀποκεκρίσθαι, παρελθὼν ἐπί τι βάθρον ἐκάθισα, εὐκόσμως ἀναμένων αὐτόν˙ ἐλέγετο γὰρ πρὸς ἀγορὰν ὡρμηκέναι. καὶ δὴ οὐ διαγίνεται πολὺς χρόνος, καὶ ἐπιστρέφεται ὁ Διονύσιος, κἀγὼ ἐξαναστὰς προσαγορεύω τε αὐτὸν καὶ ἐπιλέγω "ὡς οὐκ εὖ, Διονύσιε, διδάσκεις." (2) ὃ δέ με δόξας συνάχθεσθαι αὐτῷ ἐπὶ τῇ πτώσει τῆς τυραννίδος καὶ τῷ παρόντι σχήματι τοῦ βίου, τοιαῦτα εἶπεν˙ "ὦ Διόγενες, εὖ ποιεῖς συναλγῶν ἡμῖν." κἀγὼ προσέθηκα τῷ οὐκ εὖ τὸ "ἀληθῶς. ἀλλ' ἐγὼ μὲν οὐχ ὅτι τῆς τυραννίδος ἀφῄρησαι ἄχθομαι, ὦ Διονύσιε, ἀλλ' ὅτι ἐλευθεριάζεις ἐν τῇ Ἑλλάδι τὰ νῦν, καὶ περισέσωσαι ἀπὸ τῶν ἐν Σικελίᾳ κακῶν, οἷς ἔδει σε ἐναποθανεῖν τοσαῦτα ἐργασάμενον φαῦλα γῆν καὶ θάλατταν."