V B 539

V B 539. Epist. 9 (Κράτητι):
ἐπυθόμην σε τὴν οὐσίαν ἅπασαν κατενεγκεῖν εἰς τὴν ἐκκλησίαν καὶ παραχωρῆσαι τῇ πατρίδι καὶ στάντα ἐν μέσῳ κηρῦξαι "Κράτης Κράτητος Κράτητα ἀφίησιν ἐλεύθερον." ἡσθῆναι οὖν ἐπὶ τῇ δωρεᾷ τοὺς πάντας ἀστοὺς καὶ ἀγασθῆναι ἡμᾶς τοὺς τῶν τοιούτων ἀνθρώπων ποιητάς, ἐθελῆσαι δὲ διὰ τοῦτο μεταπέμψασθαι ἡμᾶς Ἀθήνηθεν, σὲ δὲ ἐπιστάμενον τὴν ἡμετέραν κρίσιν κωλῦσαι. ἐνταῦθα μὲν οὖν ἐπαινῶ σε τοῦ νοῦ, ἐπὶ δὲ τῇ παραδόσει τῆς οὐσίας καὶ ἄγαμαι, ἐπεὶ θᾶττον ἢ προσεδόκησα κρείττων ἐγένου τῶν δοξῶν. ἀλλὰ διὰ ταχέων ἐπάνηκε˙ ἔτι γάρ σοι δεῖ πρὸς τἄλλα συνασκήσεως, καὶ χρονίζειν ἔνθα μὴ εἰσὶν ὅμοιοι οὐκ ἀσφαλές.