V B 541

V B 541. Epist. 11 (Κράτητι):
καὶ τοὺς ἀνδριάντας τοὺς ἐν ἀγορᾷ προσιὼν αἴτει τὰ ἄλφιτα. καλὴ γάρ που καὶ ἡ τοιαύτη μελέτη˙ ἐντεύξῃ γὰρ ἀνθρώποις ἀπαθεστέροις ἀνδριάντων. καὶ ὅταν σου μᾶλλον [4] γάλλοις καὶ κιναιδολόγοις μεταδιδῶσι, μὴ θαύμαζε˙ τιμᾷ γὰρ ἕκαστος τὸν πλησίον ἑαυτοῦ καὶ οὐ τὸν πόρρω˙ εἰσὶ δὲ οἱ τοῖς πολλοῖς ἀρέσκοντες γάλλοι μᾶλλον ἢ φιλόσοφοι.