V B 542

V B 542. Epist. 12 (τῷ αὐτῷ):
οἱ πολλοὶ ἐπὶ τὸν εὐδαιμονισμόν, ὅταν μὲν σύντομον ὁδὸν ἐπ' εὐδαιμονίαν φέρουσαν ἀκούσωσιν, ἵενται καθάπερ ἡμεῖς ἐπὶ φιλοσοφίαν˙ ὅταν δ' ἐπὶ τὴν ὁδὸν ἀφίκωνται καὶ αὐτῆς τὴν χαλεπότητα θεάσωνται, ὡς ἀσθενοῦντες ὀπίσω ἀναχωροῦσιν, εἶτα μέμφονταί που οὐχ αὑτῶν τὴν μαλακίαν, ἀλλὰ τὴν ἡμῶν ἀπάθειαν. ἔα οὖν τούτους μὲν ὅπως ἐσπούδασαν ταῖς ἡδοναῖς συγκαθεύδειν˙ καταλήψεται γὰρ αὐτοὺς ζῶντας οὐκ εἰς ὃν ἡμᾶς διαβάλλουσι πόνος, ἀλλ' οἱ μείζονες, δι' οὓς πάσῃ περιστάσει δουλεύουσιν αἰσχρῶς. σὺ δὲ ἐπίμενε ἐν τῇ ἀσκήσει ὥσπερ ἤρξω, καὶ σπούδαζε κατ' ἴσον ἡδονῇ ἀντιτάττεσθαι καὶ πόνῳ, ἐπεὶ καὶ κατ' ἴσον ἀμφότερα πολεμεῖν ἡμῖν πέφυκε καὶ εἰς τὰ πρῶτα ἐμποδίζειν, ἣ μὲν διὰ τὸ ἐπὶ τὰ αἰσχρὰ ἄγειν, ὃ δὲ διὰ τὸ ἀπὸ τῶν καλῶν ἀπάγειν τῷ φόβῳ.