V B 545

V B 545. Epist. 15 ( Ἀντιπάτρῳ):
ἀκούων λέγειν σε μηδέν με ποιεῖν παράδοξον διπλοῦν τρίβωνα φοροῦντα καὶ πήραν ἐξημμένον, ἐγὼ δὲ θαυμαστὸν μὲν οὐδὲν εἶναί φημι τούτων, καλὸν δ' ἑκάτερον αὐτῶν ἀπὸ διαθέσεως ἐπιτηδευόμενον˙ οὐ γὰρ μόνον τὸ σῶμα ταύτῃ δεῖ κεχρῆσθαι τῇ λιτότητι, ἀλλὰ καὶ τὴν ψυχὴν σὺν αὐτῷ, οὐδ' ἐπαγγέλλεσθαι μὲν πολλά, πράττειν δὲ τὰ μηδὲν ἀρκοῦντα, ἀλλὰ τῷ βίῳ τὸν λόγον ἀκόλουθον ἐπιδείκνυσθαι. ἃ δὴ πειρῶμαι ποιεῖν καὶ μαρτυρεῖν μοι - ἴσως ὑπολήψῃ με λέγειν τὸν Ἀθηναίων δῆμον ἢ τὸν Κορινθίων, ἀδίκους μάρτυρας; τὴν ἐμαυτοῦ ψυχήν φημι, ἣν οὐκ ἔστι λαθεῖν ἁμαρτάνοντα.