V B 547

V B 547. Epist. 17 ( Ἀνταλκίδῃ):
ἀκούω σε γράφειν περὶ ἀρετῆς πρὸς ἡμᾶς καὶ τοῖς γνωρίμοις ἐπαγγέλλεσθαι ὅτι διὰ τῆς γραφῆς πείσεις ἡμᾶς φρονεῖν περὶ σοῦ τι. ἐγὼ δὲ οὐδὲ τὴν τοῦ Τυνδάρεω θυγατέρα ἐπαινῶ τὴν εἰς τὸν οἶνον τὸ νηπενθὲς βαλοῦσαν φάρμακον (ἔδει γὰρ αὐτὸ προσενέγκασθαι χωρὶς οἴνου), οὐδὲ σέ, ὃς παρόντων μὲν ἡμῶν οὐδὲν ἐπεδείξω σπουδῆς ἄξιον, διὰ γραμμάτων δὲ ὑπολαμβάνεις ἡμᾶς πείσειν, ἃ μνήμας μὲν ἂν σώζοι τῶν οὐκ ὄντων, ἀρετῆς δὲ ζώντων καὶ οὐ παρόντων οὐκ ἂν εἴη δηλωτικά. ταῦτά σοι γράφειν ἔσχον, ἵνα μὴ διὰ τῶν ἀψύχων ἡμῖν προσφωνῇς, ἀλλὰ παρὼν αὐτός.