I C 546

I C 546 IULIAN. orat. III [ = II] 23 p. 78 D - 79 B:
ἐπεὶ καὶ τὸν Ἀθηναῖον [2] ἐνενόησα Σωκράτην (ἴστε δὲ ὑμεῖς ἀκοῇ τὸν ἄνδρα καὶ τὸ ἐπ' αὐτῷ κλέος [3] τῆς σοφίας παρὰ τῆς Πυθίας ἐκβοηθέν) οὐ ταῦτα εὐδαιμονοῦντα, οὐδὲ [4] εὐδαίμονας καὶ μακαρίους ὁμολογοῦντα τοὺς πολλὴν κεκτημένους χώραν, [5] πλεῖστα δ' ἔθνη καὶ ἐν αὐτοῖς πολλοὺς μὲν Ἑλλήνων, πλείους δὲ ἔτι καὶ μείζους βαρβάρων, καὶ τὸν Ἄθω διορύττειν δυναμένους καὶ σχεδίᾳ τὰς ἠπείρους, ἐπειδὰν ἐθέλωσι διαβαίνειν, συνάπτοντας, καὶ ἔθνη καταστρεφομένους καὶ αἱροῦντας νήσους καὶ σαγηνεύοντας, καὶ λιβανωτοῦ χίλια τάλαντα καταθύοντας. οὔτε οὖν Ξέρξην ἐκεῖνος ἐπῄνει ποτὲ οὔτε ἄλλον τινὰ Περσῶν ἢ Λυδῶν ἢ Μακεδόνων βασιλέα, ἀλλ' οὐδὲ Ἑλλήνων στρατηγόν, πλὴν σφόδρα ὀλίγων, ὁπόσους ἠπίστατο χαίροντας ἀρετῇ καὶ ἀσπαζομένους ἀνδρείαν μετὰ σωφροσύνης, καὶ φρόνησιν μετὰ δικαιοσύνης στέργοντας.