V B 548

V B 548 Epist. 18 ( Ἀπολήξιδι):
Μηνόδωρον φιλόσοφον παρεκάλεσάν με συστῆσαί σοι Μεγαρικοὶ νεανίσκοι, γελοιοτάτην σύστασιν˙ ὅτι μὲν γὰρ ἄνθρωπός ἐστιν, ἐκ τῶν εἰκόνων εἴσῃ, εἰ δὲ καὶ φιλόσοφος, διὰ βίου καὶ λόγου. ὁ γὰρ καθ' ἡμᾶς σπουδαῖος δι' ἑαυτοῦ συνίσταται.