V B 549

V B 549. Epist. 19 ( Ἀναξιλάῳ):
Πυθαγόρας ἑαυτὸν ἔλεγεν Εὔφορβον γεγενῆσθαι τὸν Πάνθου, ἐγὼ δὲ νέον ἐμαυτὸν ἐπέγνων Ἀγαμέμνονα˙ σκῆπτρόν τε γάρ ἐστί μου τὸ βάκτρον καὶ χλαμὺς ὁ διπλοῦς τρίβων, ἡ δὲ πήρα παρὰ δέρματος ἀλλαγὴν ἀσπίς. εἰ δὲ μὴ καρηκομόω, **νέος ἦν ὁ Ἀγαμέμνων, γέρων δ' ἂν γενόμενος ἐψιλοκόρρησε. τοιαῦτα γὰρ [6] ἄξιον καὶ φρονεῖν καὶ λέγειν πρὸς τὸν "αὐτὸς ἔφα" λέγοντα.