V B 551

V B 551. Epist. 21 ( Ἀμυνάνδρῳ):
γονεῦσι χάριτας οὐχ ἑκτέον οὔτε τοῦ γενέσθαι, ἐπεὶ φύσει γέγονε τὰ ὄντα, οὔτε τῆς ποιότητος˙ ἡ γὰρ τῶν στοιχείων σύγκρασις αἰτία ταύτης. καὶ μὴν καὶ τῶν κατὰ προαίρεσιν ἢ βούλησιν οὐδεμία χάρις˙ ἡ γὰρ γένεσις ἀφροδισίων ἐστὶ παρακολούθημα, ἅπερ ἡδονῆς ἕνεκεν, οὐ γενέσεως ἐπιτηδεύεται. ταύτας τὰς φωνὰς ὁ τῆς ἀπαθείας προφήτης ἐγὼ ἀποφθέγγομαι ἐναντίας τῷ τετυφωμένῳ βίῳ. εἰ δέ τισιν εἶναι φαίνονται σκληρότεραι, φύσις αὐτὰς σὺν ἀληθείᾳ βεβαιοῖ καὶ ὁ βίος ὁ τῶν μὴ κατὰ τῦφον, ἀλλὰ κατ' ἀρετὴν βιούντων.