V B 553

V B 553. Epist. 23 (Λακύδᾳ):
εὐαγγελίζῃ μοι βασιλέα Μακεδόνων σπουδάζειν περὶ τὴν θέαν ἡμῶν, εὖ δὲ ἐποίησας προσθεὶς τῷ βασιλεῖ τοὺς Μακεδόνας˙ τὰ γὰρ ἡμέτερα ᾔδεις ἀβασίλευτα. ἰδεῖν δὲ τὸν ἐμὸν τύπον μηδεὶς ὡς ξένον βουλέσθω˙ εἰ δὲ μεταλαβεὶν Ἀλέξανδρος βίου καὶ λόγων βούλεται, λέγε αὐτῷ, ὅτι ὅσον ἐξ Ἀθηνῶν εἰς Μακεδονίαν, τοσοῦτον καὶ ἐκ Μακεδονίας εἰς Ἀθήνας.