V B 555

V B 555. Epist. 25 (Ἵππωνι):
παρεκάλεις με ἐπιστεῖλαί σοι, ὅ τι ποτὲ ἔγνωκα περὶ θανάτου καὶ ταφῆς, ὡς οὐκ ἂν τέλειος φιλόσοφος γενόμενος, εἰ μὴ καὶ τὰ μετὰ τὸ ζῆν παρ' ἡμῶν μάθοις. ἐγὼ δ' ἱκανὸν ἡγοῦμαι τὸ κατ' ἀρετὴν καὶ φύσιν ζῆσαι καὶ τοῦτ' ἐφ' ἡμῖν εἶναι. ὥσπερ δὲ τὰ πρὸ τῆς γενέσεως παρακεχώρηται τῇ φύσει, οὕτω καὶ τὰ μετὰ τὸ ζῆν ἐπιτρεπτέα ταύτῃ˙ αὐτὴ γὰρ ὡς ἐγέννησε, καὶ διαλύσει. μηδὲν δὲ εὐλαβηθῇς ὅπως ποτὲ ἀναίσθητος ὦ. ἐγὼ γοῦν ἔγνωκα ἀποπνεύσαντί μοι παρατεθῆναι τὸ βάκτρον, ἵνα τὰ δοκοῦντά με λυμαίνεσθαι ζῷα ἀπελαύνοιμι.