V B 556

V B 556. Epist. 26 (τῷ αὐτῷ):
μέμνησο ὅτι τῆς πενίας τὴν ἀρχὴν ἔδωκά σοι διὰ βίου, καὶ πειρῶ μήτε αὐτὸς ταύτην ἀποθέσθαι μήτε ὑπ' ἄλλου ἀφαιρεθῆναι αὐτήν˙ εἰκὸς γὰρ τοὺς ἐν Θήβαις ἐκπεριελθεῖν σε πάλιν κακοδαιμονίζοντας. σὺ δὲ τὸν τρίβωνα λεοντῆν νόει, τὸ δὲ βάκτρον ῥόπαλον, τὴν δὲ πήραν γῆν καὶ θάλατταν, ἀφ' ἧς τρέφῃ˙ οὕτω γὰρ ἂν Ἡράκλειον διανασταίη σοι φρόνημα καὶ πάσης τύχης κρεῖττον. ἢν δέ σοι τῶν θέρμων ἢ καὶ τῶν ἰσχάδων περιῇ, καὶ ἡμῖν πέμπε.