V B 558

V B 558. Epist. 28 (Διογένες ὁ κύων τοῖς καλουμένοις Ἕλλησιν οἰμῴζειν):
ὑπάρχει δὲ τοῦθ' ὑμῖν, κἂν ἐγὼ μὴ λέγω˙ ὄντες γὰρ ταῖς μὲν ὄψεσιν ἄνθρωποι, ταῖς δὲ ψυχαῖς πίθηκοι, προσποιεῖσθε μὲν πάντα, γινώσκετε δὲ οὐδέν˙ τοιγάρτοι τιμωρεῖται ὑμᾶς ἡ φύσις˙ νόμους γὰρ ὑμῖν αὐτοῖς μηχανησάμενοι μέγιστον καὶ πλεῖστον τῦφον ἐξ αὐτῶν διεκληρώσασθε, μάρτυρας τῆς ἐμπεφυσιωμένης κακίας λαβόντες. καὶ οὐδέποτε ἐν εἰρήνῃ, ἀλλ' ἐν πολέμῳ τὸν ὅλον βίον καταγηρᾶτε, κακοὶ κακῶν ἐπιτήδειοι ὄντες, καὶ ἀλλήλοις φθονοῦντες, ἐὰν μικρῷ μαλακώτερον ἱμάτιον ἄλλον ἴδητε ἔχοντα ἢ κερμάτιον μικρῷ πλέον ἢ ἐν λόγῳ δριμύτερον ἢ μᾶλλον πεπαιδευμένον. (2) οὐδὲν γὰρ διακρίνετε ὑγιεῖ λόγῳ, ἀλλ' εἰς εἰκότα καὶ πιθανὰ καὶ ἔνδοξα κατολισθάνοντες πάντα μὲν αἰτιᾶσθε, οὐδὲν δὲ οἴδατε, οὔθ' οἱ πρόγονοι ὑμῶν οὔθ' ὑμεῖς, ἀλλὰ ὑπὸ ἀγνοίας καὶ ἀφροσύνης καταμωκώμενοι στρεβλοῦσθε, καλῶς ποιοῦντες. μισεῖ δ' ὑμᾶς οὐ μόνον ὁ κύων, ἀλλὰ καὶ ἡ φύσις αὐτή˙ μικρὰ μὲν γὰρ εὐφραίνεσθε, πολλὰ δὲ λυπεῖσθε καὶ πρὸ τοῦ γῆμαι καὶ γήμαντες, ὅτι γε ἐγήματε ὄντες ἐξώλεις καὶ δυσάρεστοι. ὅσους δὲ καὶ οἵους ἄνδρας ἀπεκτείνατε, τοὺς μὲν ἐν πολέμῳ πλεονέκται ὄντες, τοὺς δὲ ἐν τῇ καλουμένῃ εἰρήνῃ αἰτίαν ἐπενεγκόντες. (3) οὔκουν πολλοὶ μὲν ἐπὶ τῶν σταυρῶν κρέμανται, πολλοὶ δὲ ὑπὸ τοῦ δημίου ἀπεσφαγμένοι, ἕτεροι δὲ φάρμακον πιόντες δημοσίᾳ, οἳ δ' ἐπὶ τοῦ τροχοῦ, δηλονότι ἄδικοι δόξαντες εἶναι; πότερον οὖν ἐπιχειρητέον, ὦ κακαὶ κεφαλαί, παιδεῦσαι τούτους ἢ ἀποκτεῖναι; νεκρῶν μὲν γὰρ ἡμῖν οὐδεμία δήπου χρεία, εἰ μὴ ὥσπερ ἱερείων σάρκας ἐσθίειν μέλλομεν, ἀνδρῶν δὲ ἀγαθῶν πάντως ἐστὶ χρεία, ὦ κακαὶ κεφαλαί. ἀγραμμάτους μὲν καὶ ἀμούσους παιδεύετε γράμματα τὰ καλούμενα μουσικά, ἵνα ὑπάρχωσιν ὑμῖν, ὅταν ποτὲ χρεία ᾖ τούτων, ἄνδρας δὲ ἀδίκους διὰ τί οὐ παιδεύσαντες χρῆσθε τούτοις, ὁπόταν ᾖ χρεία δικαίων; ἐπεὶ καὶ ἀδίκων χρείαν ἔχετε, ὅταν βούλησθε ὑφελέσθαι πόλιν ἢ στρατόπεδον; (4) καὶ οὔπω μέγα τοῦτο ὅταν μετὰ βίας πράττητε τὰ καλά, καὶ τὰ κρείσσονα λεηλατούμενα πάρεστιν ὁρᾶν, καὶ οἷς μὲν ἄν, ὦ κακαὶ κεφαλαί, ἐπιχειρήσητε, τούτους ἀδικεῖτε, καίτοι αὐτοὶ μείζονος τιμωρίας ἄξιοι ὄντες. ἔν τε τοῖς γυμνασίοις, ὅταν ᾖ τὰ καλούμενα Ἕρμαια ἢ Παναθήναια, καὶ ἐν μέσῃ τῇ ἀγορᾷ ἐσθίετε καὶ πίνετε, μεθύετε, περαίνετε, γυναικοπαθεῖτε. εἶτ' ἐνασεβεῖτε ὑμεῖς ἔτι καὶ κρύφα καὶ φανερῶς ποιεῖτε ταῦτα. οὐδὲν μὲν μέλει τῷ κυνί ὑμῖν δὲ πάντα ταῦτα ἐπιμελῆ ἐστιν. (5) καὶ ὅπου κύνας εἴργετε βίου φυσικοῦ καὶ ἀληθοῦς, πῶς εἰς αὐτοὺς οὐκ ἂν πλημμελήσαιτε; κἀγὼ μὲν ὁ κύων τῷ λόγῳ, ἡ δὲ φύσις τῷ ἔργῳ ὁμοίως πάντας ὑμᾶς τιμωρεῖται˙ ὁμοίως γὰρ πᾶσιν ὑμῖν θάνατος ἐπικρέμαται, ὃν ὑμεῖς φοβεῖσθε. καὶ πολλάκις εἶδον πτωχοὺς ὑγιαίνοντας δι' ἔνδειαν, πλουσίους δὲ νοσοῦντας δι' ἀκρασίαν τῆς δυστυχοῦς γαστρὸς καὶ πόσθης˙ χαρισάμενοι γὰρ τούτοις ὀλίγον ἐγαργαλίσθητε χρόνον ὑφ' ἡδονῆς μεγάλας καὶ ἰσχυρὰς ἐναποδεικνυμένης ἀλγηδόνας. (6) καὶ οὐδὲν ὠφελήσει ὑμᾶς οὔτε οἰκία οὔτε τὰ ἐν αὐτῇ κιονόκρανα, ἀλλ' ἐν ταῖς χρυσαῖς καὶ ἀργυραῖς κλίναις κατακείμενοι στρεβλοῦσθε καλῶς ποιοῦντες, οὐδ' ἰσχυροποιεῖσθαι δύνασθε, ἵνα τὰ τῶν ἀγαθῶν λείψανα μετὰ τῶν λαχάνων καταφάγητε κακοὶ κακῶν ἐπιτήδειοι ὄντες. ἀλλ' εἰ νοῦν ἔχετε, ὥσπερ οὐκ ἔχετε, ἐὰν μεθύητε, Σωκράτει τε τῷ σοφῷ πεισθέντες κἀμοὶ κοινῇ βουλῇ συνελθόντες ἡβηδὸν σύμπαντες ἢ σωφρονεῖν μάθετε ἢ ἀπάγξασθε˙ οὐ γὰρ δυνατὸν εἶναι ἄλλως ἐν τῷ ζῆν, εἰ μὴ θέλετε ὥσπερ ἐν συμποσίῳ, ἕως ἂν ὑπερπιόντες καὶ ὑπερμεθυσθέντες ὑπὸ ἰλίγγων καὶ στρόφων συνεχόμενοι ὑφ' ἑτέρων ἄγησθε καὶ μὴ αὐτοὶ δύνησθε σωθῆναι. (7) σπαταλῶσι δ' ὑμῖν καὶ ἐνθυμουμένοις, ὅσα γε τὰ ἀγαθὰ ὧν δεσπόται λέγεσθε εἶναι, ἔρχονται οἱ κοινοὶ δήμιοι, οὓς ὑμεῖς καλεῖτε ἰατρούς, οἷς ἃ ἂν ἐπὶ τὴν γαστέρα ἐπέλθῃ, ταῦτα λέγουσι καὶ πράττουσιν. οὗτοι δὲ καλῶς ποιοῦντες τέμνουσι καὶ κάουσι καὶ δεσμεύουσι φάρμακά τε διδόασι καὶ ἔσω καὶ ἔξω τοῦ σώματος. κἂν ὑγιασθῆτε, οὐδὲ τοῖς καλουμένοις ἰατροῖς χάριν ἔχετε, ἀλλὰ τοῖς θεοῖς φατὲ δεῖν ἔχειν χάριν˙ ἐὰν δὲ μή, τοῖς ἰατροῖς ἐγκαλεῖτε. πλεῖον δ' ἔμοιγε πάρεστι τὸ εὐφραίνεσθαι τοῦ λυπεῖσθαι καὶ τὸ εἰδέναι τοῦ ἀγνοεῖν˙ (8) διετέλεσα γὰρ ἐντυγχάνων Ἀντισθένει τῷ σοφῷ, ὃς μόνοις τοῖς εἰδόσιν αὐτὸν διεῖλε καὶ τοῖς ἀλλοτρίοις τοῖς οὐκ εἰδόσι φύσιν, λόγον, ἀλήθειαν παρεξέβη, οὐδὲν φροντίσας κνωδάλων νηπίων μὴ ἐπισταμένων, ὡς εἴρηται ἐν ἐπιστολῇ, λόγους κυνός. βαρβάροις δὲ οὖσιν οἰμῴζειν λέγω, ἕως ἂν ἑλληνιστὶ μαθόντες Ἕλληνες ἀληθινοὶ γένησθε˙ νῦν μὲν γὰρ πολὺ χαριέστεροί εἰσιν οἱ καλούμενοι βάρβαροι καὶ τόπῳ ἐν ᾧ εἰσὶ καὶ τρόπῳ, καὶ οἱ μὲν καλούμενοι Ἕλληνες στρατεύουσιν ἐπὶ τοὺς βαρβάρους, οἱ δὲ βάρβαροι διαφυλάττειν οἴονται δεῖν τὴν ἑαυτῶν, πάντες ὄντες αὐτάρκεις. ὑμῖν δὲ ἱκανὸν οὐδέν˙ καὶ γὰρ φιλόδοξοι καὶ ἄλογοι καὶ ἀχρήστως τρεφόμενοί ἐστε.