V B 559

V B 559 Epist. 29 (Διονυσίῳ):
ἐπειδὴ δέδοκταί σοι ἐπιμέλειαν ποιήσασθαι σεαυτοῦ, πέμψω σοι ἄνθρωπον οὐδὲν μὰ Δία Ἀριστίππῳ καὶ Πλάτωνι ὅμοιον, ἀλλ' ἕνα τῶν Ἀθήνησι παιδαγωγῶν ἐξ ὧν ἔχω, δριμύτατα μὲν βλέποντα, ὀξύτατα δὲ βαδίζοντα, σκύτος δὲ ἀλγεινότατον φέροντα, ὅς σε μὰ Δία ἐπιτρέψει τὸ μὴ καθ' ὥραν ἀναπαύεσθαι καὶ πρωὶ ἐγείρεσθαι, παύσας φόβων καὶ δειμάτων, ἐν οἷς ὢν οἴει τι μᾶλλον διὰ τοὺς δορυφόρους ἢ τῆς ἀκροπόλεως τὴν εὐερκίαν ἀποστήσεσθαι αὐτῶν, δι' ὧν μόνων ἀεὶ πάρεστι καὶ σοὶ δὲ ὅσῳ μᾶλλον καὶ πλείω καὶ μείζω τοιαῦτα κατασκευάζῃ, πλείους καὶ μείζους ἀπορίαι καὶ δείματα τῆς ψυχῆς ἀποβαίνουσι. (2) πάντα οὖν ταῦτα περιαιρήσεται καὶ θάρσος ἐμποιήσας ἀποστήσει τῆς μαλακίας˙ τί γὰρ ὄφελος ἀνδρὸς μὴ ἐλευθέρου; ἔστι δέ τοι αὐτὸ τοῦτο ἡ δουλεία, οἷς μετὰ δέους ὁ βίος παρεσκεύασται. ἕως μὲν οὖν ταύτας σὺ τὰς συνουσίας ἔχῃς, οὐκ ἀνήσει σε τούτων τι τῶν κακῶν˙ ἐὰν δὲ τὸν ἐξωμέα λάβῃς, ὅς σου τὰς πλευρὰς ἀποκαθαρεῖ καὶ παύσει δείπνων μαγειρικῶν, ἐν ὁποίοις δὲ καὶ αὐτὸς διαιτᾶται τρόποις καταστήσει σε, σωθήσῃ, ὦ δείλαιε. (3) νυνὶ δὲ τοιούτους ηὕρηκας ἀνθρώπους, οἳ ἂν μάλιστά σε διαλυμαίνοιντο καὶ διαφθείροιεν˙ οὐ γὰρ ὅπως ἀγαθόν τι παρασκευάσωσί σοι, ἀλλ' ὅπως δειπνήσωσί τι σκοποῦσι καὶ ὅ τι κερδανοῦσι ζητοῦσιν, οὐδὲν ἀφαιρούμενοί σου τῶν ὑπαρχόντων κακῶν, ἀλλὰ τῶν ὄντων ἀφαιρούμενοι καὶ προσκαταλύοντες τῶν οἰκείων ἐθῶν. καὶ οὕτως ἀναίσθητος εἶ, ὃς οὐδὲ ἐκεῖνο ἀκούεις οὕτως ἐν μέσῳ καὶ πανταχοῦ τῆς Ἑλλάδος λεγόμενον,
[23] ἐσθλῶν μὲν γὰρ ἄπ' ἐσθλὰ μαθήσεαι, ἢν δὲ κακοῖσι
συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.
(4) ὧν σοι οὐδὲν βαρύτερόν ἐστιν, ὦ δείλαιε, τῶν πατρῴων καὶ τυραννικῶν τρόπων, οὐδέ ἐστιν ὅ τι σε ἀεὶ ἄλλο μᾶλλον ἀπόλλυσιν. ἀλλ' οὐδὲ ἄνθρωπον δύνῃ ἐξευρεῖν ἐπὶ τοῦτο, ὅστις σε ἀποστήσει ὥσπερ τῆς ἱερᾶς νόσου καλουμένης τῆς τυραννίδος˙ ἅπαντα γὰρ ποιεῖς, ὅσα ἄνθρωπος μαινόμενος ποιεῖ, μόνου δὲ ἀποστὰς τούτου σωθείης ἄν. ἀλλ' οὔτε οἱ συνόντες ὁρῶσιν ὅσον τὸ κακὸν ἔχεις, οὔτε αὐτὸς αἰσθάνῃ, οὕτως ἐκ πολλοῦ τέ σου καὶ σφόδρα ἧπται ἡ νόσος. σκύτους οὖν δεῖ σοι καὶ δεσπότου, οὐχ ὅς σε θαυμάσει καὶ κολακεύσει˙ ὡς ὑπό γε τοιούτου ἀνθρώπου πῶς ἄν τίς ποτε ὠφεληθείη, ἢ πῶς ὁ τοιοῦτος ὠφελήσειέ τινα; εἰ μὴ ὥσπερ ἵππον ἢ βοῦν κολάζοι τε ἅμα καὶ σωφρονίζοι, φροντίζοι τε τῶν δεόντων. (5) ἀλλὰ σύ γε πόρρω ἥκεις διαφθορᾶς. οὐκοῦν ἀναγκαῖον τομάς τε καὶ καύσεις καὶ φαρμακείας ποιεῖσθαι. σὺ δὲ ὥσπερ τὰ παιδία πάππους τινὰς καὶ τίτθας εἰσηγάγου, καί σοί φασι "δέξαι, τέκνον, ἔγχεαι, εἴ τί με φιλεῖς, μικρὸν ἔτι μόνον τουτὶ πρόσφαγε." εἰ οὖν σοι ἅπαντες καὶ πᾶσαι συνελθόντες κατηρῶντο, οὐκ ἂν συμφορώτερα τῇ νόσῳ ἐποίεις. ἀλλὰ τί; οὐ γὰρ μήποτε σὺ ἐθελήσεις τὰ θρῖα τῶν σύκων ἐπιτρώγειν, ἀλλ' ὥσπερ πρόβατον οὐκ ἂν ἀποσταίης τῶν ὡρίμων, οὐκ ἔστιν οὖν σοι οὔτε χαίρειν οὔτε ἐρρῶσθαι, ὦ φίλτατε.