V B 560

V B 560. Epist. 30 ( Ἱκέτῃ):
ἧκον, ὦ πάτερ, Ἀθήναζε, καὶ πυθόμενος [2] τὸν Σωκράτους ἑταῖρον εὐδαιμονίαν διδάσκειν, εἰσῆλθον παρ' αὐτόν. [3] ὃ δὲ ἐτύγχανε τότε σχολάζων περὶ ταῖν ὁδοῖν ταῖν φερούσαιν **, ἔλεγε δὲ αὐτὰς εἶναι δύο καὶ οὐ πολλάς, καὶ τὴν μὲν σύντομον, τὴν δὲ πολλήν˙ ἐξεῖναι οὖν ἑκάστῳ ὁποτέραν βούλοιτο βαδίζειν. κἀγὼ ταῦτα ἀκούσας τότε μὲν κατεσίγησα, τῇ δὲ ἑξῆς, ἐπειδὴ πάλιν εἰσιόντων ἡμῶν παρ' αὐτὸν περὶ ταῖν ὁδοῖν παρεκάλεσα αὐτὸν ἐπιδεῖξαι ἡμῖν, καὶ ὃς μάλ' ἑτοίμως ἀπαναστὰς τῶν θάκων ἦγεν ἡμᾶς εἰς ἄστυ καὶ δι' αὐτοῦ εὐθὺς εἰς τὴν ἀκρόπολιν. (2) καὶ ἐπεὶ ἀγχοῦ ἐγενόμεθα, ἐπιδείκνυσιν ἡμῖν δύο τινὲ ὁδὼ ἀναφερούσα, τὴν μὲν ὀλίγην προσάντη τε καὶ δύσκολον, τὴν δὲ πολλὴν λείαν τε καὶ ῥᾳδίαν καθιστάς. ἅμα γάρ "αἱ μὲν εἰς τὴν ἀκρόπολιν" εἶπε "φέρουσαι ὁδοί εἰσιν αὗται, αἱ δὲ ἐπὶ τὴν εὐδαιμονίαν τοιαῦται˙ αἱρεῖσθε δὲ ἕκαστος ἣν ἐθέλετε, ξεναγήσω δ' ἐγώ." τότε οἱ μὲν ἄλλοι τῆς ὁδοῦ τὸ δύσκολον καὶ πρόσαντες καταπλαγέντες ὑποκατεκλίνησαν καὶ τὴν μακρὰν καὶ λείαν παρεκάλουν αὐτὸν διάγειν, ἐγὼ δὲ κρείττων γενόμενος τῶν χαλεπῶν τὴν προσάντη καὶ δύσκολον˙ ἐπὶ γὰρ εὐδαιμονίαν ἐπειγομένῳ κἂν διὰ πυρὸς ἢ ξιφῶν βαδιστέον εἶναι. [18] (3) ἐπεὶ δὲ ταύτην εἱλόμην τὴν ὁδόν, ἀφαιρεῖταί μου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα καὶ περιβάλλει μοι τρίβωνα διπλοῦν καὶ ἀποκρήμνησί μου τοῦ ὤμου πήραν, ἐμβαλὼν εἰς αὐτὴν ἄρτον καὶ τρίμμα καὶ ποτήριον καὶ τρυβλίον, ἔξωθεν δὲ αὐτῇ παρήρτησε λήκυθον καὶ στλεγγίδα, δίδωσι δέ μοι καὶ βακτηρίαν. καὶ ἐγὼ τούτοις ἐκοσμήθην, ἠρόμην δὲ αὐτόν, διὰ τί με τρίβωνα περιέβαλε διπλοῦν. ὃ δὲ ἔφη "ἵνα σε πρὸς ἄμφω συνασκήσω, καὶ καῦμα τὸ ἀπὸ θερείας καὶ ψῦχος τὸ ἀπὸ χειμῶνος." "τί γάρ" ἔφην, "ὁ ἁπλοῦς τοῦτο οὐκ ἐποίει;" (4) "οὐ μὲν οὖν" εἶπεν, "ἀλλὰ θέρους μὲν ῥᾳστώνην, χειμῶνος δὲ πλείονα ἢ κατ' ἄνθρωπον ταλαιπωρίαν." "τὴν δὲ πήραν διὰ τί μοι περιτέθεικας;" "ἵνα πάντῃ τὴν οἰκίαν" εἶπε "περιφέρῃς." "τὸ δὲ ποτήριον καὶ τὸ τρυβλίον διὰ τί ἐνέβαλες;" "ὅτι δεῖ σε" εἶπε "καὶ πίνειν καὶ ὄψῳ χρῆσθαι, ὄψῳ ἑτέρῳ" ἔφη, "κάρδαμον μὴ ἔχοντα." "τὴν δὲ λήκυθον καὶ τὴν στλεγγίδα πρὸς τί ἀπήρτησας;" "τὴν μὲν ἀρωγόν" ἔφη "πόνων, τὴν δὲ γλοίου." "ἡ δὲ βακτηρία πρὸς τί;" ἔφην. "πρὸς τὴν ἀσφάλειαν" εἶπε. "ποίαν τήνδε;" "πρὸς ἣν οἱ θεοὶ αὐτῇ ἐχρήσαντο, πρὸς τοὺς ποιητάς."