V B 561

V B 561. Epist. 31 (Φαινύλῳ):
ἀνέβαινον Ὀλυμπίαζε μετὰ τὸν ἀγῶνα, τῇ δ' ὑστεραίᾳ κατὰ τὴν ὁδὸν ὑπήντησέ μοι Κίκερμος ὁ παγκρατιαστής, κατεστεμμένος τῷ Ὀλυμπιακῷ στεφάνῳ, καὶ σὺν αὐτῷ τῶν οἰκείων πολὺς ὅμιλος πορευόμενος οἴκαδε. κἀγώ, ὡς πλησίον ἐγένετό μου, λαβόμενος αὐτὸν τῆς χειρός "ἔκστηθι" εἶπον, "ὦ ἄθλιε, τῆς ταλαιπωρίας καὶ λῆξον τοῦ τύφου, ὅς σε Ὀλυμπίαζε ἀναβάντα ἀνεπίγνωστον τοῖς γονεῦσιν ἀπάγει. καὶ φράσον ἐπὶ τίνι δὴ μέγα φρονῶν κατέστεψαι μέν" ἔφην "τῷδε τῷ στεφάνῳ τὴν κεφαλήν, φοίνικα δὲ διὰ τῶν χειρῶν φέρεις, ὄχλον δὲ τοσοῦτον ἐπισύρῃ." (2) καὶ ὃς ἀπεκρίνατο "ἐπὶ τῷ νενικηκέναι παγκράτιον τοὺς ἐν Ὀλυμπίᾳ πάντας." "ὦ τοῦ θαύματος" ἔφην, "καὶ τὸν Δία καὶ τὸν ἀδελφόν;" "οὐ μὲν οὖν" ἔφη. "ἀλλὰ τοὺς καθ' ἕνα προκαλούμενος;" "οὐ γάρ" εἶπεν. "ἄλλους ἄρα δήπουθεν καὶ ἄλλους κληρωσάμενος ἐπαγκρατίασας;" "πάνυ γε." "εἶτα πῶς τοὺς ὑπ' ἄλλων ἐκβληθέντας ἐτόλμησας λέγειν αὐτὸς νενικηκέναι; τί δαί; [15] ἄνδρες ἦσαν μόνον οἱ παγκρατιάζοντες Ὀλυμπίασι;" "καὶ παῖδες" εἶπεν. "καὶ τούτους ἐνίκησας ἀνδρισάμενος;" οὐκ ἔφη˙ "οὐ γὰρ ἦσαν ἐκ τοῦ ἐμοῦ κλήρου." "τί γάρ, σὺ τοὺς ἐκ τοῦ ἰδίου κλήρου πάντας ἐνίκησας;" "πάνυ γε." "λέγε μοι" ἔφην, "οὐχ ὁ σὸς κλῆρος ὁ τῶν τελείων ἦν;" "τῶν τελείων "εἶπεν. "Κίκερμος δὲ ποῖον κλῆρον ἠγωνίζετο;" "ἐμὲ λέγεις; τῶν τελείων" εἶπεν. "ἆρ' οὖν Κίκερμον ἐνίκησας;" "οὐ μὲν οὖν" εἶπεν. (3)"εἶτα σὺ μήτε τοὺς παῖδας νενικηκὼς μήτε τοὺς τελείους πάντας τολμᾷς λέγειν νενικηκέναι; τίνας δ' εἶχες" ἔφην "τοὺς ἀντιπάλους;" "ἄνδρας" εἶπεν "ἐπιφανεῖς τῶν ἐκ τῆς Ἑλλάδος καὶ Ἀσίας." "ἆρα κρείττονας σαυτοῦ ἢ ἴσους ἢ χείρονας;" "κρείττονας." "κρείττονας λέγεις τοὺς ἡττηθέντας ὑπὸ σοῦ;" "ἴσους" εἶπε. "καὶ πῶς τοὺς ἴσους ἠδυνήθης ἡττῆσαι σεαυτοῦ μὴ χείρονας γενομένους;" "ἥττους" εἶπεν. "εἶτα οὐ παύσῃ ἐπὶ τῷ τοὺς ἥττονας κατηγωνίσθαι μέγα φρονῶν; ἢ σὺ μὲν τοῦτο δύνασαι μόνος ποιῆσαι, ὁ τυχὼν δ' οὐκ ἂν δύναιτο; τί δ'; οὐκ ἔστιν ὅστις οὐ τοὺς χείρονας ἑαυτοῦ δυνάμει ἐπικρατεῖ. (4) ἔα γοῦν ταῦτα, ὦ Κίκερμε, τὰ πολλὰ χαίρειν καὶ ἀγωνίζου μὴ παγκράτιον, μηδὲ πρὸς ἀνθρώπους, ὧν χείρων ἔσῃ μετ' οὐ πολὺ εἰς γῆρας ἀφικόμενος, ἧκε δὲ ἐπὶ τὰ ὄντως καλὰ καὶ μάθε μὴ ὑπὸ ἀνθρωπίων τυπτόμενος καρτερεῖν, ἀλλ' ὑπὸ τῆς ψυχῆς, μηδ' ἱμᾶσι μηδὲ πυγμαῖς, ἀλλὰ πενίᾳ, ἀλλ' ἀδοξίᾳ, ἀλλὰ δυσγενείᾳ, ἀλλὰ φυγαδείᾳ. τούτων γὰρ ἀσκήσας καταφρονεῖν μακαρίως μὲν ζήσεις, ἀνεκτῶς δὲ ἀποθανῇ˙ ἐκεῖνα δὲ ζηλῶν ζήσεις ταλαιπώρως." ταῦτά μου διεξιόντος αὐτῷ τόν τε φοίνικα εἰς τὴν γῆν κατέβαλε καὶ τὸν στέφανον τῆς κεφαλῆς ἀφείλετο καὶ οἷός τε ἦν τὴν ὁδὸν ἀναλύειν.