V B 562

V B 562 Epist. 32 ( Ἀριστίππῳ):
ἐπυθόμην σε σχολάσαι βασκανίᾳ καθ' ἡμῶν καὶ παρὰ τῷ τυράννῳ ὀνειδίζειν ἑκάστοτε τὴν ἐμὴν πενίαν, ὅτι ἡμᾶς ποτὲ κατέλαβες ἐπὶ τῆς κρήνης σέρεις ἀποκλύζοντας ὄψον τῷ ἄρτῳ. ἐγὼ δὲ ἄγαμαι, πῶς, ὦ μακάριε, τοῖς τὰ ἄξια ἐπαινοῦσι πενίαν κακίζεις, καὶ ταῦτα Σωκράτους κατακηκοώς, τοῦ τὸν αὐτὸν μὲν τρίβωνα χειμῶνος καὶ θέρους καὶ ἄλλοτε ἀμπεχομένου, τὸν αὐτὸν δὲ πρὸς τὰς γυναῖκας κοινὸν ἔχοντος, ὄψον δὲ οὐκ ἐκ τῶν κήπων φέροντος οὐδ' ἐκ τῶν μαγειρείων, ἀλλ' ἀπὸ τῶν γυμνασίων. ἀλλ' ἔοικας ταῦτα ἐπιλελησμένῳ διὰ τὰς Σικελικὰς τραπέζας. (2) κἀγὼ οὐχ ὑπομνήσω σε πόσου ἄξιόν ἐστι πενία μάλιστα Ἀθήνησιν, οὐδὲ ἀπολογήσομαι περὶ αὐτῆς (οὐ γὰρ εἰς σὲ κἀγὼ ἀνατίθεμαι τὸ ἐμαυτοῦ ἀγαθόν, ὥσπερ καὶ σὺ εἰς ἑτέρους˙ ἀπόχρη οὖν μοι μόνῳ ἐπίστασθαι ὑπὲρ αὐτοῦ), ὑπομνήσω δέ σέ ποτε περὶ Διονυσίου καὶ τῶν μακαρίων αὐτοῦ συνουσιῶν, αἵ σε εὐφραίνουσιν, ὁπότε ἐσθίων καὶ πίνων τὰ πολυτελῆ δεῖπνα καὶ ἃ μήποτε ἡμῖν παρείη ἀνθρώπους ἑκάστοτε τοὺς μὲν μαστιγουμένους, τοὺς δὲ ἀνασκολοπιζομένους, τοὺς δὲ εἰς τὰς λατομίας ἀπαγομένους βλέπεις, καὶ τῶν μὲν γυναῖκας ἀφαιρουμένας εἰς ὕβριν τῶν δὲ παῖδας, καὶ πλέονας τῶν δούλων, οὐχ ἑνὸς μόνον οὐδ' αὐτοῦ τοῦ τυράννου, ἀλλὰ πολλῶν καὶ ἀνοσίων, καὶ πίνοντα πρὸς ἀνάγκην καὶ μένοντα καὶ πορευόμενον καὶ ἀποδρᾶναι μὴ δυνάμενον διὰ τὰς χρυσᾶς πέδας. (3) ταῦτ' ἔγωγε ἀντ' ἐκείνων τῶν ὀνειδῶν ὑπομιμνήσκω. ὁπόσῳ ζῶμεν σέρεις πλύνειν ἐπιστάμενοι, τὰς δὲ Διονυσίου θύρας θεραπεύειν ἀγνοοῦντες ὑμῶν, φημί, κρεῖττον τῶν Διονυσίῳ συμβουλευόντων καὶ ἐπιτασσόντων Σικελίᾳ πάσῃ. ἀλλ' εἴη σοι, κἂν ὁπόσα γε λέγῃς πρὸς ἡμᾶς ἀποθαρρυνόμενος, καὶ νοεῖν καὶ μὴ στασιάζεσθαι πρὸς τὰ πάθη τὸν λόγον˙ καλὰ γὰρ τὰ παρὰ Διονυσίῳ μέχρι λόγου, ἐλευθερία δὲ ἡ ἐπὶ Κρόνου καὶ ἡ φιλητιος μαζαβλωρος.