V B 564

V B 564 Epist. 34 ( Ὀλυμπιάδι):
μὴ ἀνιῶ πρὸς τοὺς συνήθεις, Ὀλυμπιάς, ὑπὲρ ἐμοῦ, ὅτι τρίβωνα ἀμπέχομαι καὶ ἄλφιτα ἐπιπωλούμενος ἀνθρώπους μεταιτῶ˙ οὐ γάρ ἐστι ταῦτα αἰσχρὰ οὐδ' ἐλευθέροις, ὡς φής, ὕποπτα, καλὰ δὲ καὶ οἷα ὅπλα εἶναι κατὰ δοξῶν τῶν πολεμουσῶν τῷ βίῳ. κἀγὼ ταῦτα ἔμαθον οὐ παρὰ Ἀντισθένους πρώτου τὰ μαθήματα, ἀλλὰ θεῶν καὶ ἡρώων καὶ τῶν τὴν Ἑλλάδα ἐπεστροφότων ἐπὶ σοφίαν, [7] Ὁμήρου καὶ τῶν τραγῳδοποιῶν, (2) οἵτινες Ἥραν τε τὴν Διὸς παράκοιτιν ἔφασαν εἰς ἱέρειαν μεταμορφωθεῖσαν τοιοῦτον βίου σχῆμα ἀναλαβεῖν "νύμφαις κρηνιάσιν, κυδραῖς θεαῖς, ἀγείρουσαν Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις," Τήλεφόν τε τὸν Ἡρακλέους, ἡνίκα εἰς Ἄργος παρεγένετο, πολὺ χείρονι σχήματι τοῦ ἡμετέρου ἐμφανισθῆναι "πτώχ' ἀμφίβληστρα σώματος λαβόντα ῥάκη ἀλκτήρια ψύχους," Ὀδυσσέα τε τὸν Λαέρτου ἐξ Ἰλίου οἴκαδε ὑποστρέψαντα φάρει ῥωγαλέῳ, ἰπνοῦ καὶ καπνοῦ ἀναμέστῳ. ἆρά σοι ἔτι δοκεῖ ἡ ἐμὴ στολὴ καὶ τὸ μεταιτεῖν αἰσχρὰ εἶναι ἢ καλὰ καὶ ἀγαστὰ βασιλεῦσιν καὶ παντὶ νοῦν ἔχοντι αἱρετὰ εἰς εὐτέλειαν; (3) καὶ Τήλεφος μέν, ἵνα ὑγιείας τύχῃ, τούτῳ τῷ σχήματι τοῦ βίου ἐναπεκρύψατο, Ὀδυσσεὺς δ', ἵνα τοὺς μνηστῆρας ἐκ πολλοῦ ἀδικοῦντας ἀποκτείνῃ˙ ἐγὼ δὲ ἵνα τύχω μὲν εὐδαιμονίας ἧς μικρὰ μοῖρά ἐστι τὸ Τηλέφειον ἀγαθόν, ἕλω δὲ τὰς ψευδεῖς δόξας δι' ἃς οὐχ ἕνα δεσπότην ῃ(ρήμεθα, διαφύγω δὲ νόσους καὶ τοὺς ἐπ' ἀγορᾶς συκοφάντας, περιέλθω δὲ ἐλεύθερος ὑπὸ τὸν Δία πατέρα ἐπὶ ὅλης γῆς, μηδένα φοβούμενος τῶν μεγάλων δεσποτῶν. εἰ μὲν οὖν ἐξιλάσκομαί σε, μῆτερ, ἐπιδείξας τοὺς κρείττονας ἐμοῦ τρίβωνας ἀμπεχομένους καὶ πήραν φοροῦντας καὶ παρὰ τῶν χειρόνων ἄλφιτα μεταιτοῦντας, θεοῖς χάρις˙ εἰ δὲ μή, μάτην ἀνιάσῃ.