V B 566

V B 566. Epist. 36 (Τιμομάχῳ):
ἧκον εἰς Κύζικον καὶ διαπορευόμενος τὴν ὁδὸν ἐθεασάμην ἐπί τινος θύρας ἐπιγεγραμμένον ὁ τοῦ Διὸς παῖς καλλίνικος Ἡρακλῆς ἐνθάδε κατοικεῖ, μηδὲν εἰσίτω κακόν. ἐπιστὰς οὖν ἀνεγίγνωσκον καὶ παρερχόμενόν τινα ἠρόμην "τίς ἢ πόθεν ὁ ταύτην τὴν οἰκίαν οἰκῶν;" ὃ δέ με δόξας πυνθάνεσθαι διὰ τὰ ἄλφιτα ἀπεκρίνατο "φαῦλος ἄνθρωπος, ὦ Διόγενες˙ ἀλλ' ἀπάναγε ἐνθένδε." κἀγὼ πρὸς ἐμαυτόν "ἀλλ' ἔοικεν" ἔφην "οὗτος, ὅστις ποτ' ἔστιν, ἐξ ὧν λέγει ἑαυτῷ τὴν θύραν ἀποκλεῖσαι." καὶ μικρὸν προελθὼν ἑτέραν θύραν θεωρῶ τὸ αὐτὸ ἰαμβεῖον ἔχουσαν ἐπιγεγραμμένον. (2) "ἐν ταύτῃ" ἔφην "τίς ἐστιν ὁ κατοικῶν;" "τελώνης" εἶπεν," ἄνθρωπος ἀγοραῖος ὤν." "ταύτην οὖν αἱ τῶν πονηρῶν" ἔφην "θύραι μόνον ἔχουσι τὴν ἐπιγραφὴν ἢ καὶ αἱ τῶν σπουδαίων;" "πάντων" εἶπεν. "εἶτα διὰ τί" ἔφην, "εἰ ὑμᾶς ὠφελεῖ τοῦτο, οὐχὶ ταῖς πύλαις ἐπεγράψατε αὐτὸ ταῖς τῆς πόλεως, ἀλλὰ ταῖς οἰκίαις, εἰς ἃς μηδὲ χωρῆσαι δύναται ὁ Ἡρακλῆς; ἢ τὴν μὲν πόλιν βούλεσθε ἔχειν κακῶς, τὰς δὲ οἰκίας οὔ; ἢ τὰ μὲν κοινὰ ὑμᾶς κακὰ οὐ δύναται καταβλάπτειν, τὰ δ' ἴδια;" "οὐκ ἔχω" εἶπε, "Διόγενες, περὶ τούτων ἀποκρίνασθαί σοι." "τί δέ" ἔφην "οἴεσθε ὑμεῖς οἱ Κυζικηνοὶ κακὸν εἶναι;" "νόσον, πενίαν, θάνατον, τὰ τοιαῦτα" ἔφησεν. (3) "εἶτ' οἴεσθε ταῦτα, εἰ μὲν εἰς τὴν οἰκίαν εἰσέλθοι, καταβλάψειν ὑμᾶς, εεἰ δὲ μὴ εἰσέλθοι, μὴ καταβλάψειν;" "πάνυ γε" ἔφη. "εἶεν" ἔφην, "ταῦτα δ' οὐχ ἁπτόμενα βλάψειν ἀνθρώπους;" "ἁπτόμενα γάρ" εἶπεν. "ἆρ' οὖν" ἔφην "εἰς μὲν τὰς οἰκίας ἐπειδὰν εἰσέλθῃ, ἅπτεται ὑμῶν, εἰς δὲ τὴν ἀγορὰν ἐπειδὰν εἰσβάλῃ, τότε οὐχ ἅπτεται; ἢ ἔστιν ὅστις ἀπολέγει αὐτοῖς ἐπὶ μὲν τῇ ἀγορᾷ μὴ ἅπτεσθαι ὑμῶν, ἐν δὲ ταῖς οἰκίαις;" "οὐκ ἔχω" εἶπεν "οὐδὲ ἐνθάδε ἀποκρίνασθαί σοι." "τί δέ" ἔφην, "ταῦτα ἐπειδὰν εἰς τὰς οἰκίας ὑμῶν εἰσέλθῃ, καταβλάπτει ὑμᾶς ἢ ἐπειδὰν εἰς ὑμᾶς αὐτούς;" "εἰς ἡμᾶς" εἶπεν. (4) "εἶτ'" ἔφην "παρὸν ὑμῖν αὐτοῖς ἐπιγράφειν τὸ ἰαμβεῖον ταῖς θύραις ἐπιγράφετε; πῶς δέ" ἔφην "ὁ Ἡρακλῆς εἷς ὢν ἐν τοσαύταις δύναται παροικεῖν οἰκίαις; κινδυνεύει γὰρ καὶ τοῦτο τὴν μωρίαν τῆς πόλεως ἐνδείκνυσθαι." "τίνα οὖν τις" εἶπεν, "ὦ Διόγενες, ἑτέραν ταύτης εὐφημοτέραν ποιήσαιτ' ἂν ἐπιγραφήν;" "χρὴ γάρ" ἔφην "πάντως ἐπιγεγράφθαι τῇ θύρᾳ;" "πάνυ γε" εἶπεν. "μάθε" ἔφην, "Πενία ἐνθάδε κατοικεῖ, μηδὲν εἰσίτω κακόν." "εὐφήμει" εἶκεν, "ἄνθρωπε, ἀλλ' αὐτὸ τοῦτο κακόν ἐστι." "κακόν" ἔφην "καθ' ὑμᾶς, καὶ μὴ παρ' ἐμοῦ μανθάνειν. **ἀλλὰ Λινδίων τοὺς βόας κατέφαγε." "πενία δὲ πρὸς θεῶν κακὸν οὐκ ἔστιν;" εἶπε. "τί ποιοῦσαν αὐτήν" ἔφην "κακὸν λέγεις;" "λιμόν" εἶπε, "ψῦχος, καταφρόνησιν." (5) "ἀλλ' οὐδέν γε τούτων ὧν φὴς πενία ἄρα **οὔτε λιμός˙ πολλὰ γὰρ ἐν τῇ γῇ φύεται, δι' ὧν ὅ τε λιμὸς θεραπεύεται τό τε ψῦχος, ἐπεὶ οὐδὲ τὰ ἄλογα γυμνὰ ὄντα αἰσθάνεται ψύχους." "ἀλλὰ τὰ μὲν ἄλογα οὕτως ἡ φύσις" εἶπεν "ἐποίησεν." "ἀνθρώπους δὲ ὁ λόγος οὕτως ποιεῖ" ἔφην, "ἀλλ' οὐ προσποιοῦνται πολλοὶ συνιέναι διὰ μαλακίαν. ἀλλ' εἰσὶ καὶ ἐνθάδε ἐπίκουροι αἵ τε δοραὶ τῶν ζῴων καὶ τὰ νάκη τῶν προβάτων καὶ οἱ τοῖχοι τῶν σπηλαίων καὶ τῶν οἴκων. οὐ μὴν οὐδὲ καταφρόνησιν ἐργάζεται πενία. [45] Ἀριστείδου γέ τοι τοῦ τοὺς φόρους τάξαντος οὐδεὶς κατεφρόνει πένητος ὄντος, οὔτε Σωκράτους τοῦ Σωφρονίσκου˙ οὐ γὰρ αὐτὰ ἦσαν βλάβαι, ἀλλὰ μοχθηρία. (6) τί δέ" ἔφην, "ἀλλὰ ταῦτα ἔδρα ἡ πενία παρ' ὑμῖν οὐκ οὖσα οὐκ ἦν ἀρετή, ἀλλὰ σφοδρότερα κακὰ ἀπελαύνουσα ὑμῶν;" "ποῖα ἄττα;" εἶπεν. "φθόνους, μίση, συκοφαντίας, τοιχωρυχίας, ἀπεψίας, στρόφους, ἄλλα χαλεπὰ νοσήματα. πενίαν ἄρα ἐπιγράφετε οἰκεῖν παρ' ὑμῖν, καὶ οὐ τὸν Ἡρακλέα. καὶ γὰρ ἃ μὲν δύναται ὁ Ἡρακλῆς ἀναιρεῖν οὐ φοβεῖσθε, ὕδρας, ταύρους, λέοντας, κερβέρους, ἔνια δὲ καὶ αὐτοὶ θηρᾶσθε˙ ἃ δὲ πενία ἀπελαύνει, ταῦτα δεινά˙ πενίαν μὲν ὀλίγα δαπανῶντες θρέψετε φύλακα αὑτῶν, τὸν δὲ Ἡρακλέα πολλά." "ἀλλὰ δύσφημόν ἐστι πενία" εἶπεν, "ὁ δὲ Ἡρακλῆς εὔφημον." "σοί" ἔφην "εἰ πενία ἐστὶ δύσφημον, Αὐγείᾳ δὲ καὶ Διομήδει τῷ Θρᾳκὶ καὶ ἄλλοις ὁ Ἡρακλῆς." "οὐ πείθεις με" εἶπεν, "ὦ Διόγενες, πενίαν ἐπιγράψαι, ὥσθ' ἕτερόν τι σκέπτου, ἵνα σοι πεισθῶ τὸν Ἡρακλέα ἐξαλεῖψαι." "ἔσκεμμαι" ἔφην. "ἄκουε λόγον" εἶπον, "Δικαιοσύνη ἐνθάδε κατοικεῖ, μηδὲν εἰσίτω κακόν." "ἐνταῦθα μέν" ἔφη "πείθομαί σοι, καὶ τὸν Ἡρακλέα οὐκ ἐξαλείψω, συνεπιγράψω δὲ τὴν δικαιοσύνην." "ὀρθῶς" ἔφην. "τοῦτο ποίει καὶ ἐπιγράψας κάθευδε ἀναπεσὼν ὥσπερ Ὀδυσσεὺς μηκέτι μηδὲν φοβούμενος." "ποιήσω" εἶπε, "σοὶ δὲ χάριν τούτου γνώσομαι νῦν τε καὶ εἰσαεί, Διόγενες, ἀσφαλισαμένῳ ἀπὸ τῶν φαύλων ἡμᾶς." ταῦτ' ἐν Κυζίκῳ, φίλε Τιμόμαχε, ηὐθύνθη ἡμῖν.