V B 567

V B 567 Epist. 37 (Μονίμῳ):
ἀπαναστάντος σου τῆς Ἐφέσου ἔπλευσα καὶ αὐτὸς εἰς Ῥόδον, σπουδάζων τὸν τῶν Ἁλίων ἀγῶνα θεάσασθαι. [3] ἀποβὰς δὲ τῆς νεὼς ἀνέβαινον εἰς ἄστυ καὶ παρὰ Λακύδην τὸν ξένον˙ ὃ δὲ τυχὸν ἴσως, ἐπεὶ ἔγνω με καταπλεύσαντα, τὴν ἀγορὰν ἐξέκλινεν. ἐγὼ δὲ ἐπεὶ περιελθὼν τὴν πόλιν οὐδαμῆ αὐτῷ ἐνέτυχον, ἔγνων δὲ πυθόμενος ὡς εἴη κατὰ ἄστυ, ἐπὶ τὴν τῶν θεῶν ξενίαν ἄσμενος ἱκόμην καὶ παρὰ τούτοις ἐσκήνωσα. ἡμέρᾳ δὲ τρίτῃ σχεδὸν ἢ τετάρτῃ ἐντυχών μοι κατὰ τὴν ὁδὸν τὴν ὡς ἐπὶ τὸ στρατόπεδον φέρουσαν προσηγόρευσε καὶ ἐπὶ τὴν ξενίαν παρεκάλει ἔρχεσθαι. (2) κἀγὼ οὐδέν τι μηνίσας αὐτῷ διὰ τοσούτου μοι ἐντυχόντι "αἰσχρὸν μέν" ἔφην "τοὺς θεοὺς καταλιπεῖν, οἵ με, ἐπεὶ ἡ σὴ ξενία καταπλεύσαντι ἐκλείσθη, ἐδέξαντο˙ ἀλλ' ἐπεὶ δύνανται οὗτοι ἐπὶ μηδενὶ τῶν τοιούτων ἀσχάλλειν, ἡμεῖς δὲ διὰ τὸ ἀσθενές, βαδίζωμεν. πρότερον δέ, εἴ σοι δοκεῖ, ἀναβάντες γυμνασώμεθα˙ οὐ γὰρ χρῆν οἴομαι, εἰ παρὰ σὲ τήμερον μέλλω κατάγεσθαι καταλιπὼν τοὺς κρείττονας ξένους, τοῦ σώματος ἀμελεῖν." "ἀλλὰ καλῶς" ἔφη, "Διόγενες, λέγεις, καὶ οὐ βιάζομαί σε τοὺς θεοὺς ἐξελθεῖν." (3) ἐγὼ δὲ ἀναβὰς εἰς τὸ στρατόπεδον περιεπάτησα, καὶ τότε κατέβην εἰς τὴν οἰκίαν τοῦ Λακύδου. τῷ δὲ ἄρα ἦν παρασκευὴ οὐχ ὅση πρὸς τὴν φύσιν ἀποχρῆναι ἧς ἡμεῖς ἐδεόμεθα, ἀλλ' ὁπόση πρὸς τὴν δόξαν ἧς οἱ ἄλλοι [20] ἡττῶνται˙ κλῖναι γὰρ ἐξέστρωντο σφόδρα πολυτελεῖς καὶ τράπεζαί τινες ἐν τῷ καταντικρὺ ἔκειντο, αἳ μὲν ἐκ βαριασνοου, αἳ δὲ ἐκ σφενδαμνίνων ξύλων, ἀργυρωμάτων ἀνάπλεῳ, ἐπὶ δὲ τούτοις θεράποντες εἱστήκεσαν οἳ μὲν χέρνιβας ἔχοντες, οἳ δὲ ἄλλα διακονήματα. εἰς ταῦτα ἀπιδών "ἀλλὰ ἐγὼ μέν" ἔφην "ἧκον εἰς τὴν ξενίαν τὴν σήν, Λακύδη, ὠφεληθησόμενος, σὺ δὲ ἐπ' ἐμὲ ὅσα οἱ ἐχθροὶ παρεσκεύασαι. (4) ταῦτα [26] μὲν οὖν κέλευε ἄλλῃ μεταίρεσθαι, ἡμᾶς δὲ κατάκλιναι, ὡς Ὅμηρος τοὺς ἥρωας ἐν Ἰλιάδι κατέκλινεν, ἐπὶ ῥινοῦ βοὸς ἀγραύλοιο, ἢ ὡς Λακεδαιμόνιοι ἐπὶ στιβάδος, καὶ ἔα τὸ σῶμα ἐφ' ὧν ἔμαθε κατακλίνεσθαι. [29] θέραψ δ' οὐδὲ εἷς ἔστω ἐνταῦθα διακονούμενος˙ ἀποχρήσουσι γὰρ αἱ χεῖρες ἐς τοῦτο, καὶ γὰρ τούτου ἕνεκα ἡμῖν προσετέθησαν ὑπὸ τῆς [31] φύσεως. ποτήρια δ' ἔστω, οἷς πιόμεθα, τὰ ἐκ πηλοῦ λεπτὰ καὶ εὔωνα, πόμα δὲ ὕδωρ ναματιαῖον, τροφαὶ δὲ ἄρτος καὶ ὄψον ἅλες ἢ κάρδαμον. τοιαῦτα ἐγὼ παρὰ Ἀντισθένει παιδευόμενος ἔμαθον ἐσθίειν καὶ πίνειν, οὐχ ὡς φαῦλα ἀλλ' ὡς κρείττονα τῶν ἑτέρων καὶ μᾶλλον δυνάμενα ἐν τῇ ὁδῷ εὑρίσκεσθαι τῇ φερούσῃ ἐπ' εὐδαιμονίαν, ἣν δὴ πάντων τιμιωτάτην χρημάτων θετέον ** ἐν τόπῳ ὀχυρωτάτῳ καὶ ἀποκρημνοτάτῳ μίαν ὁδὸν προσάντη καὶ τραχεῖαν ἱδρύσασθαι. (5) ταύτην οὖν τὴν ὁδὸν διὰ τὸ δύσκολον μόλις ἂν δύνασθαι γυμνὸν ἕκαστον ἀναβῆναι, καὶ οὐχ ὅτι φέροντά τι σὺν ἑαυτῷ καὶ βαρούμενον μόγῳ καὶ δεσμοῖς περισωθῆναι, ἀλλ' οὐδὲ τῶν ἀναγκαίων τι μετιόντα, ποιῆσαι δ' ἐν τῇ ὁδῷ τροφὴν μὲν πόαν ἢ κάρδαμα, πόμα δὲ εὐπαλὲς ὕδωρ, **μάλιστα δ' ὅπῃ δέοι τοῦ ῥᾷστα βαδίσαι, γυμναστέον ἐσθίειν μὲν κάρδαμον, πίνειν δὲ ὕδωρ, ἀμπέχεσθαι δὲ τρίβωνα κοῦφον, ἀποδειξαμένους τὴν ἄθλησιν τοῦ τε ἀποδύεσθαι πρὸς γῆν, ἑστῶτα δὲ ἐπὶ ἄκρον τὸν Ἑρμῆν ἐκτινάσσειν τοὺς βαδίζοντας, μή τι ἔχοντες ἐφόδιον βέβηλον οἴκοθεν βαδίζωσιν. (6) ἐγώ τοι παρὰ Ἀντισθένει πρῶτον ἀσκήσας ἐσθίειν τε καὶ πίνειν ἧκον τὴν ἐπ' εὐδαιμονίαν ὁδὸν σπεύδων ἀπνευστί, παρελθὼν δὲ ἵνα ὑπῆρχεν ἡ εὐδαιμονία ἔφην "ὑπέμεινα, εὐδαιμονία, διὰ σὲ καὶ μέγα κακὸν ὕδωρ πίνειν καὶ κάρδαμον ἐσθίειν καὶ ἐπὶ γῆς κοιμᾶσθαι." ἣ δὲ ἠμείψατό με "ἀλλ' ἐγώ τοι" ἔφη "σοι ταῦτα ποιήσω δίχα ταλαιπωρίας ἡδύτερα τῶν τοῦ πλούτου ἀγαθῶν, ὃν μᾶλλον οἱ ἄνθρωποι ἐμοῦ πρεσβεύουσι, καὶ οὐκ αἰσθάνονται τύραννον ἑαυτοῖς ἐπιτρέφοντες." ἐξ ἐκείνου ἐγώ, ἐπεὶ ταῦτα τῆς εὐδαιμονίας διαλεγομένης ἤκουσα, οὐκέτι ταῦτα ὡς ἀσκήματα ἤσθιον καὶ ἔπινον, ἀλλ' ὡς ἡδονάς, κρατεῖ δέ με πρὸς ταύτην τὴν δίαιταν καὶ τὸ ἔθος, οὗ πᾶς ἀπολειπόμενος βλάπτεται. (7) παρατίθει οὖν ἡμῖν καὶ σὺ τοιαῦτα δεῖπνα, μιμούμενος τὸ κάλλιστον τῶν ἐν τῷ βίῳ, εὐδαιμονίαν, τὰ δὲ πλούτου ἵει εἰς τοὺς ἁμαρτάνοντας αὐτῆς τῆς ὁδοῦ. ἀλλ' εἰ τοῦτό σοι" ἔφην "δοκοίη, ἴσθι καὶ τοῦτ'" εἶπον. "ἀεὶ τοιούτοις με δείπνοις θοίνα, τοῦ τε λοιποῦ τοιαῦτα παρέχου τοῖς ξένοις. καὶ οὐδέποτε παρόντας μὲν αὐτοὺς ἐκκλινεῖς, ὑστερίζοντας δέ τινας αὐτῶν ζητήσεις, ἐλέγχου γὰρ εἶς βελτίων." ταῦτά μοι, ἐν Ῥόδῳ ἐπεὶ ἐγενόμην, πρὸς Λακύδην τὸν ξένον ὡμιλήθη.