V B 569

V B 569. Epist. 39 (Μονίμῳ):
μελέτω σοι καὶ τῆς μετοικίας τῆς ἐντεῦθεν, μελήσει δέ, εἰ μελετήσειας ἀποθνήσκειν, τοῦτ' ἔστι χωρίζειν τὴν ψυχὴν ἔτι ζῶν ἀπὸ τοῦ σώματος. τοῦτο γὰρ δοκῶ μοι καὶ οἱ περὶ Σωκράτη θάνατον ἐκάλουν, καὶ γάρ ἐστιν ἡ μελέτη ἐν τῷ ῥᾴστῳ. φιλοσόφει δὲ καὶ διασκέπτου, τί πρὸς σὲ οὐχ οὕτως καὶ τί κατὰ φύσιν καὶ τί κατὰ νόμον˙ ἐν τούτῳ γὰρ μόνῳ χωρίζεται ψυχὴ ἀπὸ σώματος, ἐν δὲ τοῖς ἄλλοις οὐδαμῶς, ἀλλὰ καὶ ὅταν βλέπῃ καὶ ὅταν ἀκούῃ καὶ ὅταν ὀσφραίνηται καὶ ὅταν γεύηται, σύνεστιν ὥσπερ μιᾶς αὐτῷ κορυφῆς ἐξημμένη. γίγνεται γοῦν, ὅταν μὴ μελετήσωμεν ἀποθνήσκειν, χαλεπὴν τελευτὴν ἀναμένειν˙ ἡ γὰρ ψυχὴ ὥς τινων παιδικῶν ἀπολειπομένη συμφοράζει καὶ μετὰ ἀχθηδόνος πολλῆς ἀπολύεται˙ ὅταν δὲ καὶ φιλοσόφων ψυχαῖς ἐντύχῃ, τότε καὶ ἐν τῇ ὁδῷ πολλὰ κάμνει. (2) ἀφίεται γὰρ ἀξενάγητος ὅποι ποτὲ φέρεσθαι εἰς κρημνοὺς ἢ χάσματα ἢ ποταμούς, ἕως ἐπὶ τὸ ἔσχατον ἐνεχθῇ˙ φεύγουσι γὰρ αὐτήν, ὅτι οἴονται πολλὰ ἐξημαρτηκέναι ἐν τῷ ζῆν παραχωρήσασαν τῷ χείρονι τὴν τοῦ ὅλου ἀρχήν, δι' ἣν πολλὰ ἠναγκάσθη ὡς ἐν πονηροκρατίᾳ ἄδικα πρᾶξαι. ὅταν δὲ μελετήσωμεν τὴν καλὴν μελέτην, γίγνεται καὶ ὁ βίος ἡδὺς καὶ ἡ τελευτὴ οὐκ ἀηδὴς καὶ ἡ ὁδὸς ῥᾴστη˙ ξεναγεῖ γὰρ πᾶσα ἡ ἐντυχοῦσα τὴν τοιαύτην ψυχὴν ἐπὶ τὰ εὔπορα καὶ ὥσπερ καλὴν ἄγραν ἐπιφανῶς ἄγει λαβομένη παρὰ τοὺς κάτω τῶν καλῶν δικαστάς, αὐτή τε ὡς ἂν μεμελετηκυῖα καὶ μόνη ζῆν οὐκ ἀηδίζεται καταλιποῦσα τὸ σῶμα.(3) ἔστι δὲ καὶ διὰ τοῦτο καὶ πολλή τις ταῖς τοιαύταις ψυχαῖς ἐν ᾅδου τιμή, ὅτι ἄρα οὐκ ἦσαν φιλοσώματοι. δόξα γάρ ἐστι τὰς φιλοσωμάτους ψυχὰς φαύλας τε εἶναι καὶ ἀνελευθέρους, τὰς δὲ μὴ τοιαύτας ἀγαθάς τε καὶ ὑψαύχενας (ζῶσι γὰρ ἡγούμεναι πάντων καὶ ἐπιτάττουσαι ἀρχικῶς), διά τε ταῦτα ἀναιρεῖσθαι μόνα τὰ δίκαια καὶ ῥᾷστα, τῶν δὲ ἐναντίων μηδὲ ἕν, ἐφ' ἃ τὸ σῶμα ἀναγκάζει τὴν ψυχὴν ἥδεσθαι διὰ τὴν περιπεπλασμένην αὐτοῖς ἡδονὴν ἰχθύος τρόπον ἢ ἄλλου τινὸς ἀλόγου πρὸς τὴν τοῦ χείρονος ἀρχὴν γεγενημένου. (4) ταῦτά σοι ἕψεται μελετήσαντι ἀποθνήσκειν, ὅταν δέῃ μετοικεῖν ἐνθένδε. καὶ τὸ πρῶτον ἡδὺς ὁ βίος˙ ζήσῃ γὰρ ἐλεύθερος, ἄρχων καὶ οὐκ ἀρχόμενος, βραχὺ μὲν καὶ ὅσον τῷ σώματι περισπώμενος, ** καὶ τοῦτ' εἰς τὴν τοῦ ὅλου ἁρμονίαν, σιωπῶν δὲ βασιλεύων καὶ θεωρῶν, ἃ θεοὶ ἀνθρώποις τοῖς μετρίοις κατεσκευάσαντο ἀπεχομένοις τοῦ ἀγρίου βίου, ἐν ᾧ ἁρπαγαὶ καὶ ἀλληλοκτονίαι οὐ περὶ μεγάλων οὐδὲ θείων, περὶ μικρῶν δὲ καὶ κοινῶν, οὐ πρὸς ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰ ἄλογα. περὶ γὰρ τοῦ πλείονα ἔχειν καὶ ἐσθίειν καὶ πίνειν καὶ ἀφροδισιάζειν οἱ πάντες φαῦλοί εἰσι καὶ τοῖς ἀλόγοις σύμφοροι.