V B 570

V B 570. Epist. 40 (Διογένης ὁ κύων Ἀλεξάνδρῳ):
ἐμεμψάμην καὶ Διονυσίῳ καὶ Περδίκκᾳ, λέγω δὲ καὶ σοὶ ὅτι δοκεῖτε τὸ ἄρχειν εἶναι μάχεσθαι τοῖς ἀνθρώποις. τὸ δὲ πλεῖστον διαφέρει˙ τὸ μὲν γὰρ ἀφροσύνη ἐστί, τὸ δ' ἐπίστασθαι τοῖς ἀνθρώποις χρῆσθαι καὶ ἕνεκά τι τοῦ βελτίστου πράττειν. σκόπει οὖν ἀνθ' ὧν νῦν ἐγχειρεῖς οὐδὲν εἰδὼς ποιεῖν ἐπιτρέψαι τινὶ σαυτὸν ἀνθρώπῳ, ὅστις σε ὥσπερ ἰατρὸς νοσοῦντα ἐκθεραπεύσας ἀπαλλάξει τῆς νῦν πολλῆς καὶ κακῆς δόξης. σὺ γὰρ ὅπως μέν τινα κακὸν ἀπεργάσῃ ζητεῖς, εὖ δ' ἂν οὐδὲ βουλόμενος ἔχοις οὐδένα ποιῆσαι. (2) ἔτι δὲ τὸ κρατεῖν καὶ τὸ ὑφ' ἑαυτῷ ἔχειν τινὰς οὐ τοιοῦτόν ἐστιν, οἷον μετὰ τῶν κακίστων ἀνθρώπων ἄγειν καὶ φέρειν ἀεὶ τοὺς παρατυγχάνοντας. τοῦτο γὰρ οὐδὲ τῶν θηρίων τὰ βέλτιστα ποιεῖ, ἀλλ' οὐδὲ οἱ λύκοι, ὧν ζῷον οὐδέν ἐστιν πονηρότερον οὐδὲ κακουργότερον, οὓς σύ μοι δοκεῖς ὑπερβεβλῆσθαι ἀμαθίᾳ. τοῖς μὲν γὰρ ἐξαρκεῖ μόνοις πονήροις εἶναι, σὺ δὲ καὶ πρὸς μισθὸν διδοὺς ἀνθρώποις τοῖς πονηροτάτοις τούτοις τε παρέχεις ἐξουσίαν μηδὲν ὑγιὲς πράττειν καὶ αὐτὸς ὅμοια τούτοις ἐγχειρεῖς ποιεῖν καὶ μείζω. (3) κατάγνωθι οὖν, ὦ 'γαθέ, καὶ ἐν σαυτῷ γενοῦ ἔτι μᾶλλον. ποῦ γῆς εἶ ἄρα; καὶ τί σοι δύναται τὰ κατασκευάσματα ταῦτα καὶ ἡ σπουδὴ ἡ ἐπὶ τούτοις; οὐ γὰρ οἴει δήπου βελτίων τινὸς εἶναι ἀνθρώπου τοιαῦτα ποιῶν. εἰ δὲ μηδενὸς εἶ βελτίων, μηδὲ τούτοις ἐκπονεῖς, τί οἴει σοι τὰ γινόμενα εἶναι ἀλλ' ἢ συμφορὰν καὶ φόβους καὶ κινδύνους μεγάλους; καίτοι οὐκ οἶδα ἐγὼ ὅπως ἂν ἔτι μείζω ἀτυχήματα ἀτυχήσαις τῶν νῦν. τίς γὰρ ἄνθρωπος μὴ δίκαιος οὐκ ἂν ἀτυχοῖ; τίς κακὸς καὶ βίαιος οὐκ ἂν κακὸν πράττοι καὶ μηδὲν ἀγαθὸν ἔχοι; καὶ τοῦτο τὸ ζῆν δοκεῖ τί σοι εἶναι καὶ περὶ τοῦδε κίνδυνός σοι εἶναι μάλιστα παθεῖν τι τοιαυτὶ ποιοῦντι; (4) καὶ ὥσπερ οὐκ οἴει σοι τούτοις ἐπιβουλεῦσαι μάλιστα, εἴπερ τῶν πολλῶν ἐστιν ἐξαμαρτάνειν; οὐ τοίνυν ἔχοις ἂν ἐπιδεῖξαι ὅπως τοιοῦτος ὢν ἐπικέχρησαι ἀνθρώπῳ χρηστῷ, τοιούτοις δὲ ἐπιχρώμενος οἷος πρῶτός γ' ἂν αὐτὸς καὶ μέγιστα κακὰ παθεῖν καὶ νῦν μηδὲν ἀγαθὸν πάσχειν, μηδέ σοι ἀρκέσειν τὰ τείχη˙ ῥᾳδίως τὰ κακὰ ὑπεράλλεται καὶ παραδύεται. σκόπει δ' οἷον καὶ αἱ νόσοι ποιοῦσιν˙ οὐδένα γὰρ πυρετὸν οὐδὲ τεῖχος εἴργει, οὐδὲ ξενικὸν τὸν κατάρρουν, ὥστε μὴ οὐχ οὕτω διατεθῆναι τῶν τυράννων ὅντινα βούλει, ὥσπερ ἂν τὸν ἀποροῦντα δοκοῦντα ἄνθρωπον. τίνος οὖν σοι καὶ ὑγιειναὶ φυλακαὶ παρεσκευασμέναι ἕνεκεν ἀλλ' ἢ ἀμαθίας, ὅπως ὡς μάλιστα ταύτην διαφυλάττωσι, καὶ πλείστοις ᾖς ἐν κακοῖς καὶ ἐν φόβοις; (5) ἢ γὰρ οἴει ἄλλοθέν ποθεν τοῖς ἀνθρώποις εἶναι τὰ κακὰ ἢ ἐξ ὧν ἂν μὴ εἰδῶσιν ὅ τι ἂν αὐτοῖς ᾖ πρακτέον; πάνυ οὖν μοι δοκεῖς καὶ σὺ τῶν τυράννων εἶναι˙ οὗτοι γὰρ οὐδὲ τῶν παίδων πλείω νοῦν ἔχουσι. παῦσαι οὖν, ὦ 'γαθέ, καὶ εἴ τί σοι βούλει ἀγαθὸν εἶναι, σκόπει πόθεν τι πράξεις τῶν δεόντων τοῦτο δὲ οὐδέποτε ἂν δυνηθείης μὴ διδαχθείς. ἆρα οὖν εἴ τινά σοι τῶν Ἀθήνησι δικαστῶν πέμψαιμι; οἳ γὰρ ὁσημέραι τοῦτο πράττουσι περὶ τῶν ἀδίκων, οἴονται καὶ αὐτοὶ μέγιστοι εἶναι καὶ τοὺς ἄλλους παρέχεσθαι μηδὲν κακὸν μήτε ἔχοντας μήτε πράττοντας. ἐρρῶσθαι δὲ ἢ χαίρειν οὐ θέμις μοι γράφειν, ἕως ἂν ᾖς τοιοῦτος καὶ μετὰ τοιουτοτρόπων βιοῖς.