V B 571

V B 571. Epist. 41 (Μελησίππῳ):
οὐ δοκεῖ μοι πᾶς τὸ καθ' ἡμᾶς ἐν ἀρετῇ δύνασθαι, ἐπεὶ πολλῶν ἡ πρόθεσις καθαιρετικὴ τῆς ἀξίας γίνεται˙ οὐδὲ γὰρ ὁ τοῦ Μέλητος εἰπὼν τὸν Δία πατέρα ἀνδρῶν τε θεῶν τε ἐκύδηνεν ἀλλ' ἐμείωσεν, ἐπεὶ χαλεπόν, εἰ οὓς οἱ γεννήσαντες διὰ πονηρίαν ἀπολέγονται, Διὸς εἶναι παῖδας πιστεύομεν. ταῦτα οὖν ὁ κύων μόνα δυνήσεται, ἃ κατ' ἀρετὴν ἐνεργεῖται.