V B 574

V B 574. Epist. 44 (Μητροκλεῖ):
οὐ μόνον ἄρτος καὶ ὕδωρ καὶ στιβὰς καὶ τρίβων σωφροσύνην καὶ καρτερίαν διδάσκουσιν, ἀλλ' εἰ χρὴ οὕτως φάναι, καὶ ποιμενικὴ χείρ. ὤφελον καὶ τὸν πρὶν ἐκεῖνον βουκόλον ὄντα ἐξεπίστασθαι. ἐπιμέλου οὖν καὶ ταύτης ἔνθα ἂν ἐπείγῃς˙ ἔστι γὰρ ἐκ τῆς συντάξεως τοῦ ἡμετέρου βίου. τὰς δὲ πρὸς τὰς γυναῖκας ἀκρατεῖς ἐντεύξεις πολλῆς δεομένας σχολῆς ἔα πολλὰ χαίρειν˙ οὐ γὰρ σχολή τι [7] μόνον πτωχὸν αἰτεῖν κατὰ Πλάτωνα, ἀλλὰ τῷ ἐπ' εὐδαιμονίαν σύντομον ἐπειγομένῳ ἡ πρὸς γυναῖκας ἔντευξις ὄνησιν φέρει ἀνθρώπων δ' ἰδιωτῶν πολλῶν, οἷς ὁμοίως διὰ ταύτην τὴν πρᾶξιν ζημία, περιμαθήσεις παρὰ τοῖς μεμαθηκόσιν ἐκ παντὸς ἐργάσασθαι. σὺ μὴ ἐπιστρέφου, μηδ' εἴ σε διὰ τὸν τοιοῦτον βίον κύνα τινὲς ἢ ἄλλο τι ἀποκαλῶσι χεῖρον.