V B 575

V B 575 Epist. 45 (Περδίκκᾳ):
αἰσχύνου ἐφ' οἷς γράφων ἀπειλεῖς μοι, ὅτι δῆτά σοι οὐ πείθομαι χείρων Ἐριφύλης γενέσθαι καὶ χρυσοῦ ἐμαυτὸν ἀνταλλάξασθαι κακῶς. τοῦτο γὰρ ἀξιοῖς, καὶ λόγοις μὲν ἅπτεσθαί μου οὐκ ἀναβάλλῃ, ἀπειλεῖς δὲ ἀπειλὴν κανθαρίδος, ἀποκτενεῖν, καὶ οὐκ οἶσθα ὅτι δράσας τοῦτο ἀντιπείσῃ. ἔστι γάρ τις, ᾧ μέλει περὶ ἡμῶν, ὃς καὶ τῶν τοιούτων τὴν ἴσην δίκην τοὺς ἄρξαντας ἀδίκων ἔργων εἰσπράττεται, καὶ ζῶντας μὲν ἁπλοῦν, τελευτήσαντας δὲ δεκαπλάσιον. ταῦτ' ἐγὼ οὐχὶ δεδοικώς σου τὰς ἀπειλὰς ἔγραψα, ἀλλ' οὐ βουλόμενός σε δι' ἐμὲ κακόν τι πρᾶξαι.