V B 576

V B 576. Epist. 46 (Πλάτωνι τῷ σοφῷ):
διαπτύεις μου τὸν τρίβωνα καὶ τὴν πήραν ὡς ἐμοὶ μὲν ἐπαχθῆ καὶ χαλεπά, τὸν δὲ βίον οὐδὲν ὠφελοῦντα, οὐκ εὖ ποιῶν. σοὶ μὲν γὰρ ἐπαχθῆ καὶ χαλεπά, ἔμαθες γὰρ ἀπὸ τυραννικῶν τραπεζῶν ἀμέτρως ἐμφορεῖσθαι καὶ γαστρὶ προβάτων, ἀλλὰ μὴ ψυχῆς ἀρετῇ κοσμεῖσθαι˙ ἐγὼ δὲ ὡς μετ' ἀρετῆς ταῦτα ἐπιτετήδευκα, τίνα ἂν μείζονα ἀπόδειξιν ἢ τὸ μὴ μεταβάλλεσθαι πρὸς ἡδυπάθειαν ἐξόν μοι παρασχοίμην; τόν γε μὴν βίον ἀξιῶ πάντων μᾶλλον ἀνθρώπων ὠφελεῖν οὐ μόνον δι' ὧν ἔχω, ἀλλὰ καὶ δι' ὧν τοιοῦτος αὐτοῖς φαίνομαι. τίς γὰρ ἂν ἐφ' οὕτως αὐτάρκη καὶ λιτὸν πολέμιος στρατεύσαιτο; ἐπὶ τίνα δ' ἂν οἱ τοιούτοις ἀρεσκόμενοι βασιλέα ἢ δῆμον πόλεμον ἐξενέγκαιεν; ἀκόλουθα γοῦν τούτοις, ἐκκεκάθαρται μὲν ἡ ψυχὴ κακῶν, ἀφίσταται δὲ κενοδοξίας, ἐπιθυμιῶν δὲ ἀμετρίαν ἐκβέβληκεν, ἀληθεύειν δὲ δεδίδακται, ψευδῶν τε πάντων ὑπερορᾶν˙ εἰ δέ σε μὴ πείθει ταῦτα, ἄσκει φιληδονίαν καὶ κατάπαιζε ἡμῶν ὡς οὐ μέγα νοησάντων.