V B 577

V B 577. Epist. 47 (Ζήνωνι):
οὐ γαμητέον οὐδὲ θρεπτέον παῖδας, ἐπεὶ τὸ γένος ἡμῶν ἀσθενές ἐστιν, ἐπιφορτίζει δὲ γάμος καὶ τέκνα ἀνίαις τὴν ἀνθρωπίνην ἀσθένειαν. οἱ γοῦν ἐλθόντες ἐπὶ γάμον καὶ τέκνων τροφὴν δι' ἐπικουρίαν, ὕστερον γνόντες ὡς πλειόνων ὀχληρῶν ἐστὶ ταῦτα, μετανοοῦσιν, ἐνὸν ἀρχῆθεν πεφευγέναι. ὁ δὲ ἀπαθὴς ἱκανὰ πρὸς ὑπομονὴν ὑπολαβὼν τὰ οἰκεῖα γάμον καὶ τέκνων ἐκκλίνει γένεσιν. ἀλλ' ὁ βίος ἔρημος ἀνθρώπων γενήσεται˙ πόθεν γάρ, ἐρεῖς, ἡ διαδοχή; εἴθε γὰρ ἐπιλείποι βλακεία τὸν βίον, σοφῶν γενομένων πάντων˙ νῦν δ' ὁ μὲν ἡμῖν πεισθεὶς μόνος ἴσως ἐπιλείψει, ὁ δὲ σύμπας βίος ἀπειθήσας παιδοποιήσεται. εἰ δὲ καὶ γένος ἀνθρώπων ἐπιλείποι, ἆρα ἄξιον τοσοῦτον ὀλοφύρασθαι, ὅσον καὶ εἰ μυιῶν καὶ σφηκῶν ἐπιλείποι γένεσις; ταῦτα γὰρ τὰ ῥήματα μὴ τεθεαμένων ἐστὶ τὴν τῶν ὄντων φύσιν.