V B 579

V B 579. Epist. 49:
ὁ κύων Ἀρουέκᾳ γνῶναι σαυτόν (οὕτω γὰρ ἂν εὖ πράττοις), καὶ εἴ τις ἄρα περὶ ψυχῆς νόσος, οἷον ἀφροσύνη, ταύτης ἰατρὸν λαμβάνειν, τοῖς θεοῖς εὐχόμενος, ἵνα μὴ δοκοῦντα λαβὼν θάτερον ποιῇς. χρόνιζε δὲ μὴ οὕτως˙ οἶνος γάρ σοι θησαυρίζεται, ἀλλὰ μὲν βλάψεις υλησει. ταῦτα δὲ ποιῶν οὐ μόνον ἐμοὶ φίλος πολλοῦ ἄξιος, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσι. τὸ δὲ ἐρρῶσθαί σε καὶ τὸ χαίρειν ἐν τῷ μὴ ἀμελῆσαι τῶν γεγραμμένων ἐπέσταλται.