V B 580

V B 580. Epist. 50 ( Χαρμίδᾳ):
σοφίσματά μοι καὶ γρίφους ὁ σὸς γνώριμος Εὐρήμων προύτεινεν ἐξησκημένα ὡς ἔνι μάλιστα. ἐγὼ δὲ οὐκ ἐπὶ τούτοις ἀξιῶ τὴν ἀρετὴν σεμνύνεσθαι, ἃ ταῖς κεναῖς καὶ δυσανοίκτοις πυξίσιν ἔοικεν, ἀλλ' ἐπὶ τῷ βίῳ, ὃν γυμνὸν ἐπιδείκνυσθαι πρέπει τοῖς ἐντυγχάνουσι. μετὰ γοῦν τὰς χαλεπάς τε καὶ κατησκημένας ζητήσεις ὁ γενναῖος καὶ σοφὸς Εὐρήμων περὶ τῶν μητρῴων πρὸς τὸν πατέρα μόνον οὐχὶ γυμνὸς ἐπαγκρατίαζε, καὶ τὴν μάχην τοῦ σοφοῦ ἔνιοι τῶν ἐπιτυχόντων φορτικῶν ἀνδρῶν διέλυον. ἔδει δέ, εἴπερ ἀρετῇ συνετέθραπτο, ἢ τὴν ἀρχὴν μηδὲ συστῆναι χρημάτων ἐπιθυμίαν περὶ αὐτόν, ἣ πάσης κακίας ἐστὶν αἰτία, οὐ τῆς σεμνοτάτης φιλοσοφίας, ἧς ἀφῃρῆσθαι τὸ σύμπαν πάθος. οἱ Ἀθηναῖοι δὲ καθ' ὑμᾶς φιλοσοφήσαντες ἐοίκασι τοῖς ἐπαγγελλομένοις ἄλλους ἰατρεύειν, ἃ μὴ ἐοίκασι τοῖς ἐπαγγελλομένοις ἄλλους ἰατρεύειν, ἃ μὴ αὑτοὺς ἰᾶσθαι δεδύνηται.